§4.40.1ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρην τῆς Ἀσίης ἔχοντα ἐστί· τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων, τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα, ἔνθεν μὲν ἡ Ἐρυθρὴ παρήκει θάλασσα, πρὸς βορέω δὲ ἡ Κασπίη τε θάλασσα καὶ ὁ Ἀράξης ποταμός, ῥέων πρὸς ἥλιον ἀνίσχοντα.
这些是波斯人领地以西、位于亚洲西部的地区;而对于波斯人、米底人、萨斯佩雷斯人和科尔基斯人以东、面向东方和旭日升起方向的地区,其一侧有红海延伸,北面则有里海以及向旭日升起方向流去的阿拉克塞斯河。
§4.40.2μέχρι δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη· τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ, οὐδὲ ἔχει οὐδεὶς φράσαι οἷον δή τι ἐστί.
亚洲直到印度为止都是有人居住的;但自此往东的部分则已是荒漠,无人能够说明它究竟是怎样的一个地方。