§4.39.1αὕτη μέν νυν ἡ ἑτέρη τῶν ἀκτέων, ἡ δὲ δὴ ἑτέρη ἀπὸ Περσέων ἀρξαμένη παρατέταται ἐς τὴν Ἐρυθρὴν θάλασσαν, ἥ τε Περσικὴ καὶ ἀπὸ ταύτης ἐκδεκομένη ἡ Ἀσσυρίη καὶ ἀπὸ Ἀσσυρίης ἡ Ἀραβίη·
以上是这两个半岛之中的第一个;而另一个半岛,则是从波斯人的土地开始,延伸到红海,它包括波斯的土地、继波斯之后相连的亚述土地、以及继亚述之后相连的阿拉伯土地。
λήγει δὲ αὕτη, οὐ λήγουσα εἰ μὴ νόμῳ, ἐς τὸν κόλπον τὸν Ἀράβιον, ἐς τὸν Δαρεῖος ἐκ τοῦ Νείλου διώρυχα ἐσήγαγε.
这个半岛在阿拉伯湾结束——虽然实际上除了在定义上之外并没有结束——达赖乌斯曾将运河从尼罗河引向该海湾。
§4.39.2μέχρι μέν νυν Φοινίκης ἀπὸ Περσέων χῶρος πλατὺς καὶ πολλός ἐστι· τὸ δὲ ἀπὸ Φοινίκης παρήκει διὰ τῆσδε τῆς θαλάσσης ἡ ἀκτὴ αὕτη παρά τε Συρίην τὴν Παλαιστίνην καὶ Αἴγυπτον, ἐς τὴν τελευτᾷ·
那么,从波斯人到腓尼基,是一片宽阔而广袤的土地;但从腓尼基开始,这个半岛沿着我们这片海延伸,经过巴勒斯坦叙利亚和埃及,并在埃及结束。
ἐν τῇ ἔθνεα ἐστὶ τρία μοῦνα.
在这个半岛上,仅仅居住着三个民族。