§4.39.1αὕτη μέν νυν ἡ ἑτέρη τῶν ἀκτέων, ἡ δὲ δὴ ἑτέρη ἀπὸ Περσέων ἀρξαμένη παρατέταται ἐς τὴν Ἐρυθρὴν θάλασσαν, ἥ τε Περσικὴ καὶ ἀπὸ ταύτης ἐκδεκομένη ἡ Ἀσσυρίη καὶ ἀπὸ Ἀσσυρίης ἡ Ἀραβίη·
Such is the one of the two peninsulas; and the other, beginning from the Persian territory, extends to the Red Sea, comprising the Persian land, and next to this, succeeding it, the Assyrian land, and after the Assyrian, the Arabian land.
λήγει δὲ αὕτη, οὐ λήγουσα εἰ μὴ νόμῳ, ἐς τὸν κόλπον τὸν Ἀράβιον, ἐς τὸν Δαρεῖος ἐκ τοῦ Νείλου διώρυχα ἐσήγαγε.
This peninsula ends, though in truth it does not end except by convention, at the Arabian Gulf, into which Darius brought a canal from the Nile.
§4.39.2μέχρι μέν νυν Φοινίκης ἀπὸ Περσέων χῶρος πλατὺς καὶ πολλός ἐστι· τὸ δὲ ἀπὸ Φοινίκης παρήκει διὰ τῆσδε τῆς θαλάσσης ἡ ἀκτὴ αὕτη παρά τε Συρίην τὴν Παλαιστίνην καὶ Αἴγυπτον, ἐς τὴν τελευτᾷ· ἐν τῇ ἔθνεα ἐστὶ τρία μοῦνα.
Now from the Persians as far as Phoenicia, the country is wide and vast; but from Phoenicia onward, this peninsula extends along this sea of ours, past Palestine-Syria and Egypt, in which it ends; and in this peninsula there are only three nations.