§4.31.1περὶ δὲ τῶν πτερῶν τῶν Σκύθαι λέγουσι ἀνάπλεον εἶναι τὸν ἠέρα, καὶ τούτων εἵνεκα οὐκ οἷοί τε εἶναι οὔτε ἰδεῖν τὸ πρόσω τῆς ἠπείρου οὔτε διεξιέναι, τήνδε ἔχω περὶ αὐτῶν γνώμην· τὰ κατύπερθε ταύτης τῆς χώρης αἰεὶ νίφεται, ἐλάσσονι δὲ τοῦ θέρεος ἢ τοῦ χειμῶνος, ὥσπερ καὶ οἰκός.
至于斯基泰人声称充斥于空气之中的“羽毛”,并因其缘故人们既无法看清大陆的深处也无法通行,对此我有如下看法:这一地区更北方的土地总是白雪皑皑,自然,夏天的雪比冬天少一些。
§4.31.2ἤδη ὦν ὅστις ἀγχόθεν χιόνα ἁδρὴν πίπτουσαν εἶδε οἶδε τὸ λέγω· ἔοικε γὰρ ἡ χιὼν πτεροῖσι καὶ διὰ τὸν χειμῶνα τοῦτον ἐόντα τοιοῦτον ἀνοίκητα τὰ πρὸς βορέην ἐστὶ τῆς ἠπείρου ταύτης.
因此,任何曾近距离见过大雪纷飞的人都会明白我的意思;因为雪酷似羽毛,而正是由于这严酷的寒冬,这片大陆的北方地区才是无法居住的。
τὰ ὦν πτερὰ εἰκάζοντας τὴν χιόνα τοὺς Σκύθας τε καὶ τοὺς περιοίκους δοκέω λέγειν.
所以,我认为斯基泰人及其邻近的居民是把雪比作“羽毛”来谈论的。
ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται.
那么,关于这些最遥远地方的传说就讲到这里了。