§4.200.1οἱ δὲ Φερετίμης τιμωροὶ Πέρσαι ἐπείτε ἐκ τῆς Αἰγύπτου σταλέντες ὑπὸ Ἀρυάνδεω ἀπίκατο ἐς τὴν Βάρκην, ἐπολιόρκεον τὴν πόλιν ἐπαγγελλόμενοι ἐκδιδόναι τοὺς αἰτίους τοῦ φόνου τοῦ Ἀρκεσίλεω·
而作为费雷提美复仇者的波斯人,在受阿里安德斯派遣从埃及抵达巴尔克后,便围攻了这座城市,要求他们交出杀害阿尔克西拉乌斯的罪魁祸首。
τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους.
但他们——因为他们的全体民众都是共犯——拒绝了这一提议。
§4.200.2ἐνθαῦτα δὴ ἐπολιόρκεον τὴν Βάρκην ἐπὶ μῆνας ἐννέα, ὀρύσσοντες τε ὀρύγματα ὑπόγαια φέροντα ἐς τὸ τεῖχος καὶ προσβολὰς καρτερὰς ποιεύμενοι.
于是,他们对巴尔克进行了长达九个月的围攻,挖掘了通往城墙的地下通道,并进行了猛烈的进攻。
τὰ μέν νυν ὀρύγματα ἀνὴρ χαλκεὺς ἀνεῦρε ἐπιχάλκῳ ἀσπίδι, ὧδε ἐπιφρασθείς· περιφέρων αὐτὴν ἐντὸς τοῦ τείχεος προσῖσχε πρὸς τὸ δάπεδον τῆς πόλιος.
然而,对于这些通道,一个铜匠用一面镀铜的盾牌,想出了如下的方法予以发现:他在城墙内侧带着盾牌四处走动,将其贴在城市的地面上。
§4.200.3τὰ μὲν δὴ ἄλλα ἔσκε κωφὰ πρὸς τὰ προσῖσχε, κατὰ δὲ τὰ ὀρυσσόμενα ἠχέεσκε ὁ χαλκὸς τῆς ἀσπίδος.
他所贴的其他地方都毫无回音,但在正在挖掘的地方,盾牌的青铜却发出了响声。
ἀντορύσσοντες δʼ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον τῶν Περσέων τοὺς γεωρυχέοντας.
巴尔克人便在此处相向挖掘,常常杀死那些正在掘土的波斯人。
τοῦτο μὲν δὴ οὕτω ἐξευρέθη, τὰς δὲ προσβολὰς ἀπεκρούοντο οἱ Βαρκαῖοι.
这件事就是这样被发现的,而巴尔克人则击退了那些进攻。