§4.199.1ἔχει δὲ καὶ ἡ Κυρηναίη χώρη, ἐοῦσα ὑψηλοτάτη ταύτης τῆς Λιβύης τὴν οἱ νομάδες νέμονται, τρεῖς ὥρας ἐν ἑωυτῇ ἀξίας θώματος.
而库勒涅地区,作为游牧民所占有的这片利比亚土地中最高的地方,其自身拥有三个令人惊叹的收割期。
πρῶτα μὲν γὰρ τὰ παραθαλάσσια τῶν καρπῶν ὀργᾷ ἀμᾶσθαι τε καὶ τρυγᾶσθαι· τούτων τε δὴ συγκεκομισμένων τὰ ὑπὲρ τῶν θαλασσιδίων χώρων τὰ μέσα ὀργᾷ συγκομίζεσθαι, τὰ βουνοὺς καλέουσι·
因为首先,沿海地区的作物成熟,可以进行收割和采摘;当这些作物被收获之后,位于沿海地区上方的中部地区——即人们称为“丘陵”的地区——的作物也达到了可以收获的熟度。
§4.199.2συγκεκόμισται τε οὗτος ὁ μέσος καρπὸς καὶ ὁ ἐν τῇ κατυπερτάτῃ τῆς γῆς πεπαίνεταί τε καὶ ὀργᾷ, ὥστε ἐκπέποται τε καὶ καταβέβρωται ὁ πρῶτος καρπὸς καὶ ὁ τελευταῖος συμπαραγίνεται.
当这中部的作物被收获之后,那位于最高处土地的作物便成熟并达到收获的熟度,以至于当最后的作物运到之时,最初的作物已经开怀饮尽、享用完毕。
οὕτω ἐπʼ ὀκτὼ μῆνας Κυρηναίους ὀπώρη ἐπέχει.
就这样,收割期在库勒涅人那里持续了八个月之久。
ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω.
关于这些事情,现在就说到这里吧。