Humanitext Reader

希罗多德 · 历史 §4.195.1-4.195.4

库劳尼斯岛的淘金与扎金索斯的沥青

第 759 段,共 1577 段 · 希腊语

内容简介

作者援引迦太基人的传闻,介绍了库劳尼斯岛上独特的砂金采集方法,并结合自己在扎金索斯亲眼目睹捞取沥青的经历,论证了这一传闻的可信度。

§4.195.1κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν, μῆκος μὲν διηκοσίων σταδίων, πλάτος δὲ στεινήν, διαβατὸν ἐκ τῆς ἠπείρου, ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων.
迦太基人说,在这些人附近坐落着一个名叫库劳尼斯(Kyraunis)的岛屿,长二百斯塔迪亚,宽度狭窄,可从大陆涉渡,岛上长满了橄榄和葡萄。
§4.195.2λίμνην δὲ ἐν αὐτῇ εἶναι, ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ.
他们还说,岛上有一个湖,当地的少女们用涂了沥青的鸟羽,从湖泥中捞出砂金。
ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα, τὰ δὲ λέγεται γράφω·
这些事情是否属实我并不知道,我只是记下传闻。
εἴη δʼ ἂν πᾶν, ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων.
不过,任何事情都是可能的,因为我自己就曾在扎金索斯(Zacynthus)亲眼看见过从湖泊和水中捞出沥青的情景。
§4.195.3εἰσὶ μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι, ἡ δʼ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ, βάθος δὲ διόργυιος ἐστί·
那里的湖泊确实不止一个,但其中最大的一个四方各为七十英尺,深两噚。
ἐς ταύτην κοντὸν κατιεῖσι ἐπʼ ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν, ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου, τὰ δʼ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω.
他们向这湖里放下一根顶端系着香桃木的竹竿,然后用这香桃木捞出沥青,它带有沥青的气味,但在其他方面比皮埃里亚(Pieria)的沥青还要好。
ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης. ἐπεὰν δὲ ἀθροίσωσι συχνήν, οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι.
他们把沥青倒入在湖旁挖好的坑里,等积攒到足够多时,再从坑里倒入双耳细颈瓶中。
§4.195.4ὁ τι δʼ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην, ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ· ἣ δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης.
凡是落入这湖里的东西,都会从地下穿过,并在海里重新显现,而大海距离该湖约有四斯塔迪亚。
οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ.
因此,关于这座坐落在利比亚附近的岛屿的传闻,也是合乎真理的。

词汇与语法注释

  1. §4.195.1διαβατὸν — 虽然修饰阴性名词 νῆσον,但由于形容词 διαβατός 是二尾变化形容词(阴性与阳性同形),因此与中性单数宾格同形的 διαβατόν 在此作阴性单数宾格使用。
  2. §4.195.2εἴη δʼ ἂν πᾶν, ὅκου — εἴη ἂν πᾶν 是“希求法 + ἄν”表示可能性的用法(“任何事都有可能”)。连接词 ὅκου(雅典方言的 ὅπου)在此由表示地点的本义引申为表示原因或根据(“既然”、“因为”),引导给出作者论据的从属节。
  3. §4.195.4ἰὸν — 动词 εἶμι(去)的现在分词中性单数主格形式。它与作为主语的关系代词 ὅ τι(中性单数)一致,用作伴随分词,表示“穿过(地下)”。
  4. §4.195.4οἰκότα ἐστὶ ἀληθείῃ — οἰκότα 是 ἔοikα 的中性复数分词形式(雅典方言作 εἰκότα)的爱奥尼亚方言形式。οἰκότα ἐστί 构成了“……是可信的(合乎情理的)”这一谓语表达,与中性复数主语 τὰ ἀπὸ τῆς νήσου... 一致。与格 ἀληθείῃ 是表示基准的与格(“与真理相似”)或方式与格(“在真理上”)。

引用这一段

希罗多德, 历史 §4.195.1-4.195.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.195.1-4.195.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。