§4.195.1κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν, μῆκος μὲν διηκοσίων σταδίων, πλάτος δὲ στεινήν, διαβατὸν ἐκ τῆς ἠπείρου, ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων.
Opposite these people, the Carthaginians say, lies an island called Kyraunis, two hundred stades in length, narrow in width, accessible from the mainland, and full of olives and vines.
§4.195.2λίμνην δὲ ἐν αὐτῇ εἶναι, ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ.
In it, they say, there is a lake, from the mud of which the girls of the inhabitants draw up gold dust with birds' feathers smeared with pitch.
ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα, τὰ δὲ λέγεται γράφω· εἴη δʼ ἂν πᾶν, ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων.
Whether this is truly so I do not know, but I write what is said; and anything might be possible, since I myself saw pitch being drawn up from a lake and water even in Zacynthus.
§4.195.3εἰσὶ μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι, ἡ δʼ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ, βάθος δὲ διόργυιος ἐστί·
Indeed, the lakes there are several, but the largest of them is seventy feet in every direction, and its depth is two fathoms.
ἐς ταύτην κοντὸν κατιεῖσι ἐπʼ ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν, ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου, τὰ δʼ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω.
Into this they let down a pole with myrtle tied to the end, and then they bring up with the myrtle pitch, which has the smell of asphalt, but is in other respects better than the Pierian pitch.
ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης. ἐπεὰν δὲ ἀθροίσωσι συχνήν, οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι.
They pour it into a pit dug near the lake, and when they have collected a large quantity, they then pour it from the pit into amphorae.
§4.195.4ὁ τι δʼ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην, ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ· ἣ δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης.
Whatever falls into the lake passes under the earth and appears in the sea, which is about four stades distant from the lake.
οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ.
Thus, therefore, the stories about the island lying off Libya are also like the truth.