Humanitext Reader

希罗多德 · 历史 §4.183.1-4.183.4

盖拉曼特斯人的奇牛与穴居人狩猎

第 747 段,共 1577 段 · 希腊语

内容简介

记述了从奥吉拉再走十天路程的盖拉曼特斯人的土地、由于牛角前弯而不得不倒退吃草的奇特牛群,以及他们用四马战车猎捕以爬行动物为食、语言如蝙蝠般尖叫的穴居埃塞俄比亚人。

§4.183.1ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί, κατά περ καὶ ἐν τοῖσι ἑτέροισι· καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντες ἐστί, ἔθνος μέγα ἰσχυρῶς, οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι.
从奥吉拉出发,再走十天的路程,便有另一个盐丘和泉水,也像在其他地方一样,有许多结果子的椰枣树;那里居住着人们,他们的名字叫作盖拉曼特斯人,这是一个非常强盛的部族,他们把泥土运来覆盖在盐上,并以此方式播种。
§4.183.2συντομώτατον δʼ ἐστὶ ἐς τοὺς Λωτοφάγους, ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι·
去往莲食人那里的路程是最短的,从那里到他们那里是三十天的路程。
ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται· ὀπισθονόμοι δὲ διὰ τόδε εἰσι. τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε· §4.183.3διὰ τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται· ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοι τε εἰσὶ προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων.
在这些人中,也出产倒退吃草的牛;它们之所以倒退吃草是由于这个原因:它们的角向前弯曲;因此它们向后退着吃草;因为它们无法向前走,角就会插进地里。
ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν.
除了这一点以及牛皮的厚度和耐磨度之外,它们在其他方面与普通的牛没有任何区别。
§4.183.4οἱ Γαράμαντες δὴ οὗτοι τοὺς τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι· οἱ γὰρ τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν.
于是,这些盖拉曼特斯人用四马战车猎捕穴居埃塞俄比亚人;因为在我们所听说过的一切人类中,穴居埃塞俄比亚人的双脚是最快捷的。
σιτέονται δὲ οἱ τρωγλοδύται ὄφις καὶ σαύρους καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν· γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι, ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες.
这些穴居人吃蛇、蜥蜴以及这类爬行动物;他们的语言与任何其他语言都不相似,而是像蝙蝠一样尖叫。

词汇与语法注释

  1. §4.183.2ἐκ τῶν — 定冠词 τῶν 后面省略了名词,此处指本章开头的奥吉拉(中性复数名词 Αὔγιλα),而非紧邻的盖拉曼特斯人。整句意为“从奥吉拉出发,到莲食人那里是三十天的路程”。
  2. §4.183.3προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων — 这是一个属格绝对(genitive absolute)结构,以 τῶν κερέων(角)为主语。分词 προεμβαλλόντων 作不及物动词用,意为“向前插入”,表示牛无法向前走的原因,即一旦向前,牛角就会插进泥土里。
  3. §4.183.3ὅτι μὴ — 意为“除……之外”(except)的惯用表达。此处后接宾格的 τοῦτο(这一点)和 τὸ δέρμα(牛皮),表示这种牛与其他牛的唯二区别就在于这两点。

引用这一段

希罗多德, 历史 §4.183.1-4.183.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.183.1-4.183.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。