§4.184.1ἀπὸ δὲ Γαραμάντων διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομα ἐστὶ Ἀτάραντες, οἳ ἀνώνυμοι εἰσὶ μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν·
ガラマンテス人から、さらに十日間の道のりを行くと、もう一つの塩の丘と水があり、その周囲にアタランテスという名の人々が住んでいる。 彼らは、我々が知る人類の中で唯一、個人の名前を持たない。
ἁλέσι μὲν γάρ σφι ἐστὶ Ἀτάραντες οὔνομα, ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κέεται.
というのも、彼ら全体としてはアタランテスという名があるが、彼らの一人一人にはいかなる名前も付けられていないからである。
§4.184.2οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται, ὅτι σφέας καίων ἐπιτρίβει, αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν.
彼らは、激しく照りつける太陽を呪い、それに加えてありとあらゆる罵詈雑言を浴びせる。 なぜなら、太陽が燃え盛って、彼ら自身とその土地を痛めつけるからである。
§4.184.3μετὰ δὲ διʼ ἀλλέων δέκα ἡμερέων ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι.
その後、さらに十日間の道のりを行くと、もう一つの塩の丘と水があり、その周囲に人々が住んでいる。
ἔχεται δὲ τοῦ ἁλὸς τούτου ὄρος τῷ οὔνομα ἐστὶ Ἄτλας, ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντῃ, ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἶά τε εἶναι ἰδέσθαι.
この塩の丘に隣接して、アトラスという名の山がある。 それは幅が狭く、どこから見ても円錐形をしており、非常に高いと言われているため、その頂を見ることは不可能である。
οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος.
なぜなら、夏も冬も雲がその頂を離れることがないからである。
τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι.
現地の住民は、これが天の柱であると言っている。
§4.184.4ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο·
この山にちなんで、これらの人々は名付けられた。
καλέονται γὰρ δὴ Ἄτλαντες.
実際、彼らはアトラス人と呼ばれている。
λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν.
彼らは、いかなる生き物も食べず、夢を見ることもないと言われている。