§4.17.1ἀπὸ τοῦ Βορυσθενειτέων ἐμπορίου (τοῦτο γὰρ τῶν παραθαλασσίων μεσαίτατον ἐστὶ πάσης τῆς Σκυθίης), ἀπὸ τούτου πρῶτοι Καλλιππίδαι νέμονται ἐόντες Ἕλληνές Σκύθαι, ὕπερ δὲ τούτων ἄλλο ἔθνος οἳ Ἀλαζόνες καλέονται.
自博里斯费内斯人的商埠(因为这是整个斯基泰沿海地区的最中心)起,从此地开始,首先居住着卡利皮代人,他们是希腊裔斯基泰人;在他们上方则居住着被称为阿拉佐内斯人的另一个部族。
οὗτοι δὲ καὶ οἱ Καλλιππίδαι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ Σκύθῃσι ἐπασκέουσι, σῖτον δὲ καὶ σπείρουσι καὶ σιτέονται, καὶ κρόμμυα καὶ σκόροδα καὶ φακούς καὶ κέγχρους.
这些人以及卡利皮代人在其他方面都奉行与斯基泰人相同的习俗,但他们既播种也食用谷物,还种植洋葱、大蒜、扁豆和小米。
§4.17.2ὕπερ δὲ Ἀλαζόνων οἰκέουσι Σκύθαι ἀροτῆρες, οἳ οὐκ ἐπὶ σιτήσι σπείρουσι τὸν σῖτον ἀλλʼ ἐπὶ πρήσι.
在阿拉佐内斯人上方居住着农耕斯基泰人,他们播种谷物不是为了自己食用,而是为了贩卖。
τούτων δὲ κατύπερθε οἰκέουσι Νευροί.
在他们更上方居住着内乌里人。
Νευρῶν δὲ τὸ πρὸς βορέην ἄνεμον ἔρημον ἀνθρώπων, ὅσον ἡμεῖς ἴδμεν.
而以内乌里人土地向着北风延伸的区域,据我们所知,是一片没有人类居住的荒原。