§4.168.1οἰκέουσι δὲ κατὰ τάδε Λίβυες.
利比亚人按如下方式居住。
ἀπʼ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται, οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται, ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες.
自埃及开始,利比亚人中首先定居的是阿迪尔马希代人,他们在大多数习俗上效仿埃及人,但穿着与其他利比亚人相同的衣服。
αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον· τὰς κεφαλὰς δὲ κομῶσαι, τοὺς φθεῖρας ἐπεὰν λάβωσι τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει.
他们的妇女在双侧倾骨上各佩戴一个青铜环;她们蓄长头发,每当有人抓到自己身上的虱子时,就反口将其咬碎,然后扔掉。
§4.168.2οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται, καὶ τῷ βασιλέι μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι.
在利比亚人中,只有他们这样做,也只有他们将即将结婚的处女展示给国王。
ἣ δὲ ἂν τῷ βασιλέι ἀρεστὴ γένηται, ὑπὸ τούτου διαπαρθενεύεται.
凡是让国王满意的女子,都会被他夺去贞操。
παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπʼ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι.
这些阿迪尔马希代人从埃及一直延伸到名为普利诺斯的港口。