§4.167.1τότε δὲ οὗτος ὁ Ἀρυάνδης κατοικτείρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν·
那时,这个阿里安德斯怜悯菲利提梅,便将埃及的全部军队,包括陆军和海军,都交给了她。
στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον, τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος.
他任命马拉菲安族的男子阿玛西斯为陆军将军,任命巴萨尔加代族出身的巴德雷斯为海军将军。
§4.167.2πρὶν δὲ ἢ ἀποστεῖλαι τὴν στρατιήν, ὁ Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη ὁ Ἀρκεσίλεων ἀποκτείνας.
但在派遣军队之前,阿里安德斯向巴尔卡派去一名使者,询问是谁杀害了阿耳克西拉奥斯。
οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες· πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπʼ αὐτοῦ.
而巴尔卡人自己全都承担了责任,因为他们声称从他那里遭受了许多苦难。
πυθόμενος δὲ ταῦτα ὁ Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ.
阿里安德斯得知此事后,这才派遣军队与菲利提梅一同出发。
§4.167.3αὕτη μέν νυν αἰτίη πρόσχημα τοῦ στόλου ἐγίνετο, ἀπεπέμπετο δὲ ἡ στρατιή, ὡς ἐμοὶ δοκέειν, ἐπὶ Λιβύης καταστροφῇ.
此时,这个原因成了远征的借口,但在我看来,军队的派出是为了征服利比亚。
Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖα ἐστι, καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα, τὰ δὲ πλέω ἐφρόντιζε Δαρείουοὐδέν.
因为利比亚的部落众多且各不相同,其中只有少数臣属于王,而大多数人根本不把大流士放在眼里。