§4.144.1οὗτος δὲ ὁ Μεγάβαζος εἴπας τόδε τὸ ἔπος ἐλίπετο ἀθάνατον μνήμην πρὸς Ἑλλησποντίων.
这位超级巴佐斯说出了以下的话,从而在赫勒斯滂人中留下了永恒的记忆。
§4.144.2γενόμενος γὰρ ἐν Βυζαντίῳ ἐπύθετο ἑπτακαίδεκα ἔτεσι πρότερον Καλχηδονίους κτίσαντας τὴν χώρην Βυζαντίων, πυθόμενος δὲ ἔφη Καλχηδονίους τοῦτον τὸν χρόνον τυγχάνειν ἐόντας τυφλούς· οὐ γὰρ ἂν τοῦ καλλίονος παρεόντος κτίζειν χώρου τὸν αἰσχίονα ἑλέσθαι, εἰ μὴ ἦσαν τυφλοί.
因为当他身在拜占庭时,获悉迦克墩人比拜占庭人建城还要早十七年;得知此事后,他说,迦克墩人那时恰好是瞎子的;因为如果他们不是瞎子的话,在有更优越的建城地点可供选择的情况下,是绝不会选择那处较差的地方的。
§4.144.3οὗτος δὴ ὦν τότε ὁ Μεγάβαζος στρατηγὸς λειφθεὶς ἐν τῇ χώρῃ Ἑλλησποντίων τοὺς μὴ μηδίζοντας κατεστρέφετο.
因此,当时被留作为赫勒斯滂地区将军的这位超级巴佐斯,便去征服那些不投靠美地亚的人。