Humanitext Reader

希罗多德 · 历史 §4.123.1-4.123.3

焚毁布迪尼人城寨与抵达北方荒漠

第 687 段,共 1577 段 · 希腊语

内容简介

波斯军穿过斯基泰和萨夫罗马泰的荒凉土地,烧毁了布迪尼人遗弃的木造城寨,并抵达北方的荒漠。荒漠北方居住着瑟萨格泰人,四条大河流经迈奥泰人土地注入迈奥蒂斯湖。

§4.123.1ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης, οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι ἅτε τῆς χώρης ἐούσης χέρσου·
只要波斯人是在斯基泰和萨夫罗马泰的土地上前进,他们就无处可以破坏,因为那片土地是一片荒凉。
ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον, ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ, ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων, ἐνέπρησαν αὐτό.
但是,当他们入侵布迪尼人的领土时,在那里遇到了一座木造的城寨;由于布迪尼人已经撤离,城寨中空无一物,他们便将其放火烧毁。
§4.123.2τοῦτο δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον, ἐς ὃ διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο.
做完这件事后,他们继续沿着足迹向前追踪,直到穿过这片土地,抵达了荒漠。
ἡ δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν, κέεται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ.
这片荒漠无任何人居住,位于布迪尼人领土的北方,宽达七日的行程。
§4.123.3ὑπὲρ δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι, ποταμοὶ δὲ ἐξ αὐτῶν τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν, τοῖσι οὐνόματα κέεται τάδε, Λύκος Ὄαρος Τάναις Σύργις.
在荒漠的北方居住着瑟萨格泰人,从他们的土地上有四条大河冲流而出,穿过迈奥泰人的土地,注入被称为迈奥蒂斯的湖中。 这些河的名字如下:吕科斯、奥阿罗斯、塔纳伊斯、叙尔吉斯。

词汇与语法注释

  1. §4.123.1οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι — οἳ δὲ 是指示代词,指代主句的主语波斯人。εἶχον 后面接不定式 σίνεσθαι,表示可能性或能够做某事,意为“他们没有什么可以破坏的”或“无法进行任何破坏”。
  2. §4.123.1ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος — 两个独立分词属格并列,为主句动词 ἐνέπρησαν 提供时间背景或原因(“因为布迪尼人已经撤离,城寨也已空无一物”)。
  3. §4.123.2ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα — 介词 ὑπέρ(支配属格)在希腊人的地理观念中表示从沿海地区向内陆深处(此处指北方)延伸。分词 ἐοῦσα 修饰 ἔρημος,说明该荒漠位于布迪尼人领土的更北方(深处)。
  4. §4.123.3ἐξ αὐτῶν — 复数属格人称代词,指代前文的专有名词(部族名)Θυσσαγέται,转喻指“从他们的领土中”。

引用这一段

希罗多德, 历史 §4.123.1-4.123.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.123.1-4.123.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。