§4.123.1ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης, οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι ἅτε τῆς χώρης ἐούσης χέρσου·
As long as the Persians marched through the Scythian and the Sauromatian territory, they could find nothing to lay waste, since the land was barren.
ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον, ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ, ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων, ἐνέπρησαν αὐτό.
But when they invaded the territory of the Budini, they there came upon the wooden wall; and as the Budini had abandoned it and the wall was emptied of everything, they set it on fire.
§4.123.2τοῦτο δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον, ἐς ὃ διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο.
Having done this, they continued to follow onward along the tracks, until, having passed through this land, they reached the desert.
ἡ δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν, κέεται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ.
This desert is inhabited by no men, and lies to the north of the territory of the Budini, being seven days' journey across.
§4.123.3ὑπὲρ δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι, ποταμοὶ δὲ ἐξ αὐτῶν τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν, τοῖσι οὐνόματα κέεται τάδε, Λύκος Ὄαρος Τάναις Σύργις.
Above the desert dwell the Thyssagetae, and from their territory four great rivers flow through the land of the Maeotae and empty into the lake called Maeotis; their names are Lycus, Oarus, Tanais, and Syrgis.