§4.118.1ἐπὶ τούτων ὦν τῶν καταλεχθέντων ἐθνέων τοὺς βασιλέας ἁλισμένους ἀπικόμενοι τῶν Σκυθέων οἱ ἄγγελοι ἔλεγον ἐκδιδάσκοντες ὡς ὁ Πέρσης, ἐπειδή οἱ τὰ ἐν τῇ ἠπείρῳ τῇ ἑτέρῃ πάντα κατέστραπται, γέφυραν ζεύξας ἐπὶ τῷ αὐχένι τοῦ Βοσπόρου διαβέβηκε ἐς τήνδε τὴν ἤπειρον, διαβὰς δὲ καὶ καταστρεψάμενος Θρήικας γεφυροῖ ποταμὸν Ἴστρον, βουλόμενος καὶ τάδε πάντα ὑπʼ ἑωυτῷ ποιήσασθαι.
因此,斯基泰人的使者们来到上述列举的各族国王聚集的地方,向他们详细说明并宣告:那个波斯人,由于已经征服了另一块大陆上的所有地方,便在博斯普鲁斯海峡最狭窄处架设桥梁,渡到了我们这块大陆;而在渡海并征服了色雷斯人之后,他现在又在伊斯特罗斯河上架桥,企图将这边的所有土地也置于自己的统治之下。
§4.118.2ὑμεῖς ὦν μηδενὶ τρόπῳ ἐκ τοῦ μέσου κατήμενοι περιίδητε ἡμέας διαφθαρέντας, ἀλλὰ τὠυτὸ νοήσαντες ἀντιάζωμεν τὸν ἐπιόντα.
“因此,你们绝不能置身事外,坐视我们被消灭,而应当同心协力,共同迎击入侵者。
οὔκων ποιήσετε ταῦτα;
难道你们不打算这样做吗?
ἡμεῖς μὲν πιεζόμενοι ἢ ἐκλείψομεν τὴν χώρην ἢ μένοντες ὁμολογίῃ χρησόμεθα.
如果我们被迫入绝境,我们要么撤离这片土地,要么留下来与他们达成妥协。
§4.118.3τί γὰρ πάθωμεν μὴ βουλομένων ὑμέων τιμωρέειν;
因为如果你们不愿相助,我们究竟该何去何从?
ὑμῖν δὲ οὐδὲν ἐπὶ τούτῳ ἔσται ἐλαφρότερον.
而整个局势并不会因为你们作壁上观就对你们有丝毫的宽容。
ἥκει γὰρ ὁ Πέρσης οὐδέν τι μᾶλλον ἐπʼ ἡμέας ἢ οὐ καὶ ἐπʼ ὑμέας, οὐδέ οἱ καταχρήσει ἡμέας καταστρεψαμένῳ ὑμέων ἀπέχεσθαι.
因为波斯人向我们进攻,绝不亚于向你们进攻,而且在征服我们之后,他也不会满足于对你们袖手旁观。
§4.118.4μέγα δὲ ὑμῖν λόγων τῶνδε μαρτύριον ἐρέομεν.
我们将向你们提供这些话的有力证据。
εἰ γὰρ ἐπʼ ἡμέας μούνους ἐστρατηλάτεε ὁ Πέρσης τίσασθαι τῆς πρόσθε δουλοσύνης βουλόμενος, χρῆν αὐτὸν πάντων τῶν ἄλλων ἀπεχόμενον ἰέναι οὕτω ἐπὶ τὴν ἡμετέρην, καὶ ἂν ἐδήλου πᾶσι ὡς ἐπὶ Σκύθας ἐλαύνει καὶ οὐκ ἐπὶ τοὺς ἄλλους.
因为如果波斯人只是为了报复过去的奴役而仅对我们进行远征,他就应当放过其他所有人,直接向我们的土地进军;这样,他就会向所有人表明,他是在攻打斯基泰人,而不是在攻打其他人。
§4.118.5νῦν δὲ ἐπείτε τάχιστα διέβη ἐς τήνδε τὴν ἤπειρον, τοὺς αἰεὶ ἐμποδὼν γινομένους ἡμεροῦται πάντας·
但现在,他一渡到这块大陆,就把一路上阻挡他的人全部降服。
τούς τε δὴ ἄλλους ἔχει ὑπʼ ἑωυτῷ Θρήικας καὶ δὴ καὶ τοὺς ἡμῖν ἐόντας πλησιοχώρους Γέτας.
事实上,他已经将其他色雷斯人,尤其是与我们相邻的盖塔人,都置于自己的统治之下了。 ”