§4.116.1ἐπείθοντο καὶ ταῦτα οἱ νεηνίσκοι, διαβάντες δὲ τὸν Τάναϊν ὁδοιπόρεον πρὸς ἥλιον ἀνίσχοντα τριῶν μὲν ἡμερέων ἀπὸ τοῦ Τανάιδος ὁδόν, τριῶν δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος πρὸς βορέην ἄνεμον.
青年们也服从了这些建议,他们渡过塔纳伊斯河,向着太阳升起的地方(东面)行进了自塔纳伊斯河起三天的路程,又向着北风吹来的地方(北面)行进了自迈奥蒂斯湖起三天的路程。
ἀπικόμενοι δὲ ἐς τοῦτον τὸν χῶρον ἐν τῷ νυν κατοίκηνται, οἴκησαν τοῦτον.
当他们到达现在所居住的这片土地时,便在那里定居下来。
§4.116.2καὶ διαίτῃ ἀπὸ τούτου χρὲωνται τῇ παλαιῇ τῶν Σαυροματέων αἱ γυναῖκες, καὶ ἐπὶ θήρην ἐπʼ ἵππων ἐκφοιτῶσαι ἅμα τοῖσι ἀνδράσι καὶ χωρὶς τῶν ἀνδρῶν, καὶ ἐς πόλεμον φοιτῶσαι καὶ στολὴν τὴν αὐτὴν τοῖσι ἀνδράσι φορέουσαι.
自那时起,萨夫罗马泰人的妇女们便一直保持着她们古老的生活方式,她们骑着马与丈夫们一同或不与丈夫们一同外出去狩猎,也参加战争,并且穿着与男子相同的服饰。