§4.111.1οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα·
但是斯基泰人无法理解这起事件。
οὔτε γὰρ φωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον, ἀλλʼ ἐν θώματι ἦσαν ὁκόθεν ἔλθοιεν, ἐδόκεον δʼ αὐτὰς εἶναι ἄνδρας τὴν αὐτὴν ἡλικίην ἔχοντας, μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο.
因为他们既不知道她们的语言,也不知道她们的衣服和民族,只是诧异她们是从哪里来的;他们以为她们是和自己同龄的男子,于是便与她们交战。
ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι, καὶ οὕτω ἔγνωσαν ἐούσας γυναῖκας.
然而,在战斗之后,斯基泰人得到了尸体,这才知道她们原来是女子。
§4.111.2βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς, ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς, πλῆθος εἰκάσαντας ὅσαι περ ἐκεῖναι ἦσαν τούτους δὲ στρατοπεδεύεσθαι πλησίον ἐκεινέων καὶ ποιέειν τὰ περ ἂν καὶ ἐκεῖναι ποιέωσι.
因此,在商议之后,他们决定绝不再以任何方式杀害她们,而是派遣自己人中最年轻的男子去她们那里,估计人数要和她们一样多。
ἢν δὲ αὐτοὺς διώκωσι, μάχεσθαι μὲν μή, ὑποφεύγειν δέ· ἐπεὰν δὲ παύσωνται, ἐλθόντας αὖτις πλησίον στρατοπεδεύεσθαι.
他们决定让这些人在她们附近扎营,并且做出和她们所做的完全一样的事情;如果她们追赶他们,他们不要交战,而是逃跑,一旦她们停止追赶,他们就再回来在她们附近扎营。
ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι.
斯基泰人之所以这样策划,是希望从她们那里生出后代来。
ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα.
被派遣的年轻人们便按照命令行事。