§4.110.1Σαυροματέων δὲ πὲρι ὧδε λέγεται.
关于萨乌罗马泰人,有如下的传说。
ὅτε Ἕλληνες Ἀμαζόσι ἐμαχέσαντο (τὰς δὲ Ἀμαζόνας καλέουσι Σκύθαι Οἰόρπατα, δύναται δὲ τὸ οὔνομα τοῦτο κατὰ Ἑλλάδα γλῶσσαν ἀνδροκτόνοι· οἰὸρ γὰρ καλέουσι ἄνδρα, τὸ δὲ πατὰ κτείνειν), τότε λόγος τοὐς Ἕλληνας νικήσαντας τῇ ἐπὶ Θερμώδοντι μάχῃ ἀποπλέειν ἄγοντας τρισὶ πλοίοισι τῶν Ἀμαζόνων ὅσας ἐδυνέατο ζωγρῆσαι, τὰς δὲ ἐν τῷ πελάγει ἐπιθεμένας ἐκκόψαι τοὺς ἄνδρας.
当希腊人与亚马逊人作战时(斯基泰人称亚马逊人为“奥伊奥尔帕塔”,这个名字在希腊语中意为“杀男子者”;因为他们称男子为“奥伊奥尔”,称杀死为“帕塔”),当时有传言说,希腊人在特尔莫东战役中获胜后,用三艘船载着他们能生擒的亚马逊人航行离去,但亚马逊人在海上面袭击并砍杀了那些男子。
§4.110.2πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ· ἀλλʼ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον, καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς·
但她们既不懂船只,也不会使用舵、帆或桨;在砍杀了那些男子之后,她们便随波逐流,任凭风吹,最终到达了迈奥提斯湖的克里姆诺伊。
οἱ δὲ Κρημνοὶ εἰσὶ γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων.
而克里姆诺伊属于自由斯基泰人的土地。
ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην.
亚马逊人在此处下船,走向有人烟的地区。
ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν, καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων.
她们遇到了第一群马,便将其劫掠,并骑着这些马开始掠夺斯基泰人的财产。