§3.99.1ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσὶ κρεῶν ἐδεσταὶ ὠμῶν, καλέονται δὲ Παδαῖοι, νομαίοισι δὲ τοιοῖσιδε λέγονται χρᾶσθαι·
これら(前述のインド人)の東方に住むインド人の他の人々は遊牧民であり、生の肉を食べる者たちで、パダイオイ人と呼ばれており、次のような習俗を用いていると言われている。
ὃς ἂν κάμῃ τῶν ἀστῶν, ἤν τε γυνὴ ἤν τε ἀνήρ, τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι, φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι·
市民(同胞)のうち誰であれ病気になった者がいると、女であれ男であれ、男(病人が男の場合)については、彼と最も親しく交際している男たちが彼を殺す。 それは、彼が病気で衰弱することによって、彼ら(殺す側)にとってその肉が台無しになってしまうと主張してのことである。
ὁ δὲ ἄπαρνος ἐστὶ μὴ μὲν νοσέειν, οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται.
しかし彼は、自分は病気などしていないと否定するが、彼らはそれを認めず、彼を殺してご馳走にする。
§3.99.2ἣ δὲ ἂν γυνὴ κάμῃ, ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι.
また、誰であれ女が病気になった場合は、同様に、彼女と最も親しく付き合っている女たちが、男たちと同じことをする。
τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται·
というのも、老境に達した者については、彼らは犠牲に捧げてご馳走にするからである。
ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται·
しかし、この段階(老境)に達する者は、彼らのうちで多くはない。
πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι.
なぜなら、その前に、病気に罹る者を彼らは皆殺してしまうからである。