§3.8.1σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα, ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε·
阿拉伯人极为尊重人们之间所立的信誓,不亚于世界上最看重信誓的人。
τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ, ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς, λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά· τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην.
他们以如下方式结立信誓:在想要结立信誓的双方中间,站着另一个男子,他用一块锋利的石头在立誓双方靠近大拇指的手心内侧割开一个口子,接着从他们各自的衣服上取下一根线头,用这血涂抹在放在他们中间的七块石头上;在做这件事的时候,他呼唤着狄奥尼索斯和乌拉尼亚的名字。
§3.8.2ἐπιτελέσαντος δὲ τούτου ταῦτα, ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν, ἢν πρὸς ἀστὸν ποιέηται· οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι.
在这名男子完成这些仪式后,结立了信誓的人便将他的客友(如果是与同胞结誓,则是将那名同胞)托付给自己的朋友们;而他的朋友们自己也认为应当尊重这一信誓。
§3.8.3Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι, καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι· κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους.
他们认为神中只有狄奥尼索斯和乌拉尼亚存在,并说他们剪发的方式与狄奥尼索斯本人剪发的方式一模一样;他们将头发剪成圆形,剃去太阳穴处的头发。
ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ, τὴν δὲ Οὐρανίην Ἀλιλάτ.
他们称狄奥尼索斯为奥罗塔尔特,称乌拉尼亚为阿利拉特。