§3.7.1οὕτω μέν νυν Πέρσαι εἰσὶ οἱ τὴν ἐσβολὴν ταύτην παρασκευάσαντες ἐς Αἴγυπτον, κατὰ δὴ τὰ εἰρημένα σάξαντες ὕδατι, ἐπείτε τάχιστα παρέλαβον Αἴγυπτον.
因此,正是波斯人在占领埃及后,立即按照前述方法将水装满,从而准备了这条进入埃及的通道。
§3.7.2τότε δὲ οὐκ ἐόντος κω ὕδατος ἑτοίμου, Καμβύσης πυθόμενος τοῦ Ἁλικαρνησσέος ξείνου, πέμψας παρὰ τὸν Ἀράβιον ἀγγέλους καὶ δεηθεὶς τῆς ἀσφαλείης ἔτυχε, πίστις δούς τε καὶ δεξάμενος παρʼ αὐτοῦ.
\n 但在当时,由于尚未准备好现成的水,冈比西斯在听从了那位哈利卡尔那索斯客友的建议后,向阿拉伯人发出使者,请求安全通行并获得了准许,并与他互换了信誓。