§3.77.1ἐπιστᾶσι δὲ ἐπὶ τὰς πύλας ἐγίνετο οἷόν τι Δαρείῳ ἡ γνώμη ἔφερε·
当他们到达城门时,事情正如大流士所料。
καταιδεόμενοι γὰρ οἱ φύλακοι ἄνδρας τοὺς Περσέων πρώτους καὶ οὐδὲν τοιοῦτο ὑποπτεύοντες ἐξ αὐτῶν ἔσεσθαι, παρίεσαν θείῃ πομπῇ χρεωμένους, οὐδʼ ἐπειρώτα οὐδείς.
因为守卫们对这些身为波斯首要人物的人心存敬畏,且绝未怀疑他们会有此类图谋,便放他们过去,仿佛他们有神明护送一般,也没有任何人盘问。
§3.77.2ἐπείτε δὲ καὶ παρῆλθον ἐς τὴν αὐλήν, ἐνέκυρσαν τοῖσι τὰς ἀγγελίας ἐσφέρουσι εὐνούχοισι·
但当他们进入庭院时,遇到了负责传递消息的太监。
οἵ σφεας ἱστόρεον ὅ τι θέλοντες ἥκοιεν, καὶ ἅμα ἱστορέοντες τούτους τοῖσι πυλουροῖσι ἀπείλεον ὅτι σφέας παρῆκαν, ἶσχόν τε βουλομένους τοὺς ἑπτὰ ἐς τὸ πρόσω παριέναι.
太监们盘问他们来此有何意图,在盘问的同时,还威胁那些放行他们的门卫,并阻拦想要继续前进的这七个人。
§3.77.3οἳ δὲ διακελευσάμενοι καὶ σπασάμενοι τὰ ἐγχειρίδια τούτους μὲν τοὺς ἴσχοντας αὐτοῦ ταύτῃ συγκεντέουσι, αὐτοὶ δὲ ἤισαν δρόμῳ ἐς τὸν ἀνδρεῶνα.
这七人互相鼓劲,拔出短剑,当场将这些阻拦他们的人刺死,而他们自己则快步向男宾大厅跑去。