Humanitext Reader

希罗多德 · 历史 §3.72.1-3.72.5

潜入王宫的计策与大流士为谎言辩护

第 476 段,共 1577 段 · 希腊语

内容简介

面对奥塔涅斯关于如何突破王宫卫兵的质问,大流士主张利用他们高贵的身份和“替父亲传信”的谎言借口可以轻易通过,并论证了在追求同一目标时谎言与真理具有同等正当性。

§3.72.1λέγει πρὸς ταῦτα Ὀτάνης, ἐπειδὴ ὥρα σπερχόμενον Δαρεῖον, ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς, ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι.
对此,奥塔涅斯见大流士急于求成,便说道: “既然你强迫我们加快速度、不容延误,那么请你自己解释一下,我们要以何种方式进入王宫并对他们动手。
φυλακὰς γὰρ δὴ διεστεώσας οἶδάς κου καὶ αὐτός, εἰ μὴ ἰδών, ἀλλʼ ἀκούσας·
因为守卫分驻各处,你心中即使没有亲眼见过,大概也听说过。
τὰς τέῳ τρόπῳ περήσομεν;
我们要用什么办法通过他们呢?
ἀμείβεται Δαρεῖος τοῖσιδε. §3.72.2Ὀτάνη, ἦ πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι, ἔργῳ δέ· ἄλλα δʼ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε, ἔργον δὲ οὐδὲν ἀπʼ αὐτῶν λαμπρὸν γίνεται.
” 大流士用以下的话回答: “奥塔涅斯啊,确实有很多事情是无法用言语说清、却可以用行动证明的;而另有一些事情,言语上虽可行,却无法从中产生任何辉煌的成果。
ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν.
但你们要知道,通过那些驻守的卫兵并不困难。
§3.72.3τοῦτο μὲν γὰρ ἡμέων ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει, τὰ μέν κου καταιδεόμενος ἡμέας, τὰ δέ κου καὶ δειμαίνων· τοῦτο δὲ ἔχω αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν, φὰς ἄρτι τε ἥκειν ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι τῷ βασιλέι.
首先,因为我们是这样身份的人,没有一个不会放我们通过的,他们有的是出于对我们的敬畏,有的也是出于恐惧;其次,我自己有一个最得体的借口,可以让我们通过:就说我刚从波斯赶来,想要把父亲的话传达给国王。
§3.72.4ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω.
因为在必须说谎的地方,就说谎吧。
τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ διαχρεώμενοι.
因为无论是撒谎者还是使用真理者,我们追求的都是同一个目标。
οἳ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι, οἳ δʼ ἀληθίζονται ἵνα τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τι μᾶλλόν σφι ἐπιτράπηται.
一些人在有望通过谎言说服他人从而获利时才撒谎,而另一些人说真话则是为了通过真理为自己争取利益、并获得更多的信任。
οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα.
因此,虽然我们所做的事不同,却紧紧围绕着同一个目标。
§3.72.5εἰ δὲ μηδὲν κερδήσεσθαι μέλλοιεν, ὁμοίως ἂν ὅ τε ἀληθιζόμενος ψευδὴς εἴη καὶ ὁ ψευδόμενος ἀληθής.
如果毫无利益可得,那么说真话的人会和撒谎者一样成为撒谎的人,而撒谎的人也会同样成为说真话的人。
ὃς ἂν μέν νυν τῶν πυλουρῶν ἑκὼν παριῇ, αὐτῷ οἱ ἄμεινον ἐς χρόνον ἔσται· ὃς δʼ ἂν ἀντιβαίνειν πειρᾶται, δεικνύσθω ἐνθαῦτα ἐὼν πολέμιος, καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα.
至于守门人中凡是自愿放行的人,今后对他大有好处;但凡是试图阻拦的人,应当场被视作敌人,然后我们冲进去动手。 ”

词汇与语法注释

  1. §3.72.1ὥρα — 动词 ὁράω 的未完成过去时单数第三人称(伊奥尼亚方言形式,相当于 ἑώρα 或源自 ὥραε 的收缩),以“奥塔涅斯”为主语,表示他看到大流士急于求成。
  2. §3.72.3τοῦτο μὲν... τοῦτο δέ — 无介词、用作副词的关系对格结构,用于引入逻辑上的列举或对照,意为“第一……,第二……”或“一方面……,另一方面……”。
  3. §3.72.3ἡμέων ἐόντων τοιῶνδε — 属格独立结构,表示原因或前提条件(“既然/如果 我们是这样的人”)。指示代词 τοιῶνδε 指代他们作为波斯顶级名门贵族的显赫身份。
  4. §3.72.4τοῦ γὰρ αὐτοῦ γλιχόμεθα — 动词 γλίχομαι 后接属格,意为“热望”、“执着追求”。τοῦ αὐтоῦ 为中性单数属格,指代撒谎者与说真话者共同追求的目标(即后文所指的 κέρδος,“利益”)。
  5. §3.72.5δεικνύσθω — 动词 δείκνυμι 的现在时被动命令兵单数第三人称形式,意为“(让他被)指明/显露为(敌对者)”。语法主语是前行的关系从句 ὃς 顺接 ἂν + 虚拟式组成的“凡是企图反抗的人”。

引用这一段

希罗多德, 历史 §3.72.1-3.72.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.72.1-3.72.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。