§3.71.1συνελθόντες δὲ οὗτοι ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι πίστις καὶ λόγους.
这七个人聚集在一起后,便互相信誓、交换了誓言。
ἐπείτε δὲ ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι, ἔλεγέ σφι τάδε. §3.71.2ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι, ὅτι τε ὁ Μάγος εἴη ὁ βασιλεύων καὶ Σμέρδις ὁ Κύρου τετελεύτηκε· καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ Μάγῳ θάνατον.
当轮到大流士发表意见时,他向他们这样说道: “我本来以为只有我自己一个人知道这些事,即当政的是马格斯,而库鲁斯的儿子斯梅尔迪斯已经死了;正是为了这个缘故,我才急匆匆地赶来,想要密谋除掉马格斯。
ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ, ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι· οὐ γὰρ ἄμεινον.
但既然事情凑巧,使你们也知道了而不再是我独自一人,我认为我们应当立即动手,绝不能拖延;因为拖延绝无好处。
§3.71.3εἶπε πρὸς ταῦτα ὁ Ὀτάνης
ὦ παῖ Ὑστάσπεος, εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω·
” 对此,奥塔涅斯说道: “希斯塔斯佩斯之子啊,你是一位优秀父亲的儿子,看来你也正在展现自己绝不亚于你的父亲。
τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως, ἀλλʼ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε· δεῖ γὰρ πλεῦνας γενομένους οὕτω ἐπιχειρέειν.
然而,切不可如此轻率地急于这一行动,而是要更审慎地对待它;因为我们必须在人数增加之后,再以此种方式动手。
§3.71.4λέγει πρὸς ταῦτα Δαρεῖος
ἄνδρες οἱ παρεόντες, τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε, ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα· ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον, ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα.
” 对此,大流士说道: “在座的诸位,如果你们采用奥塔涅斯所说的办法,请记住你们必将死得极其凄惨;因为必然会有人为了个人私利,去向马格斯告密。
§3.71.5μάλιστα μέν νυν ὠφείλετε ἐπʼ ὑμέων αὐτῶν βαλλόμενοι ποιέειν ταῦτα· ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε, ἢ ποιέωμεν σήμερον ἢ ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ ἡ νῦν ἡμέρη, ὡς οὐκ ἄλλος φθὰς ἐμεῦ κατήγορος ἔσται, ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν Μάγον.
本来,你们最应该凭你们自己(的决意)去做这件事;但既然你们认为应当让更多人参与,并且也向我商量了此事,那么我们要么在今天动手,要么你们就记住:如果今天这天过去了,不等别人先去告发,我自己就会去向马格斯揭发此事。 ”