§3.6.1τὸ δὲ ὀλίγοι τῶν ἐς Αἴγυπτον ναυτιλλομένων ἐννενώκασι, τοῦτο ἔρχομαι φράσων.
我现在要说明一件事,这是那些乘船前往埃及的人中极少有人注意到的。
ἐς Αἴγυπτον ἐκ τῆς Ἑλλάδος πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου δὶς τοῦ ἔτεος ἑκάστου, καὶ ἓν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι.
每年两次,从整个希腊,而且还从腓尼基,装满葡萄酒的陶罐被运入埃及,但可以说,在数量上连一个空酒罐也见不到。
§3.6.2κοῦ δῆτα, εἴποι τις ἄν, ταῦτα ἀναισιμοῦται;
“那么,”有人可能会问,“这些东西都在哪里消耗掉了呢?
ἐγὼ καὶ τοῦτο φράσω· δεῖ τὸν μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος συλλέξαντα πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν, τοὺς δὲ ἐκ Μέμφιος ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας ὕδατος.
”我也来解释一下:每个地方官必须从自己的城市收集所有的陶罐并送到孟斐斯,而孟斐斯的人们则必须将这些陶罐装满水,运到叙利亚的这些缺水地区。
οὕτω ὁ ἐπιφοιτέων κέραμος καὶ ἐξαιρεόμενος ἐν Αἰγύπτῳ ἐπὶ τὸν παλαιὸν κομίζεται ἐς Συρίην.
就这样,不断运到埃及并在那里被腾空的陶罐,又被运往叙利亚,加到旧的陶罐中去。