§3.62.1οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ὁ ἐπʼ Αἴγυπτον ταχθείς, εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι, προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ Μάγου.
其他的使者纷纷宣告了这些话,特别是那名被派往埃及的使者,因为他发现坎比西斯和他的军队当时正停留在叙利亚的阿格巴塔纳,于是他站在众人当中,宣告了马基斯所命令的事情。
§3.62.2Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι ἐκ Πρηξάσπεος (πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτα), βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε
Πρήξασπες, οὕτω μοι διεπρήξαο τό τοι προσέθηκα πρῆγμα;
坎比西斯从使者那里听到这些话,相信使者说的是实话,并认为自己被普雷克萨斯佩斯背叛了(因为他以为被派去杀害斯梅尔迪斯的普雷克萨斯佩斯并没有执行任务),于是他注视着普雷克萨斯佩斯说: “普雷克萨斯佩斯,难道这就是你为我办理我交托给你的差事的方式吗?
§3.62.3ὁ δὲ εἶπε
ὦ δέσποτα, οὐκ ἔστι ταῦτα ἀληθέα, ὅκως κοτὲ σοὶ Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε, οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται ἢ μέγα ἢ σμικρόν·
” 普雷克萨斯佩斯回答说: “我的主人,您的兄弟斯梅尔迪斯向您起兵反叛,或者由于那个人而给您带来任何大大小小的纷争,这绝非事实。
ἐγὼ γὰρ αὐτός, ποιήσας τὰ σύ με ἐκέλευες, ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ.
因为我亲自执行了您命令我做的事,并用我自己的双手将他埋葬了。
§3.62.4εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι, προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι· εἰ δʼ ἔστι ὥσπερ πρὸ τοῦ, οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ.
如果现在死人真的能复活,那么您也大可等待米底人阿斯提阿格斯起来反抗您;但如果一切都和以前一样,那么绝不会有任何异变从那个人身上产生而危害到您。
νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρʼ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν.
因此,现在我认为,我们应当派人追回那名使者并审问他,向他打听他是奉了谁的命令前来,向我们宣告要服从国王斯梅尔迪斯的。 ”