§3.62.1οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ὁ ἐπʼ Αἴγυπτον ταχθείς, εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι, προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ Μάγου.
So the other heralds were making this proclamation, and especially the one who had been appointed to Egypt; for finding Cambyses and his army to be at Agbatana in Syria, he stood in the midst of them and proclaimed the message commanded by the Magian.
§3.62.2Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι ἐκ Πρηξάσπεος (πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτα), βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε
Πρήξασπες, οὕτω μοι διεπρήξαο τό τοι προσέθηκα πρῆγμα; §3.62.3ὁ δὲ εἶπε
ὦ δέσποτα, οὐκ ἔστι ταῦτα ἀληθέα, ὅκως κοτὲ σοὶ Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε, οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται ἢ μέγα ἢ σμικρόν· ἐγὼ γὰρ αὐτός, ποιήσας τὰ σύ με ἐκέλευες, ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ.
When Cambyses heard this from the herald, believing that he spoke the truth and that he himself had been betrayed by Prexaspes (for he thought that Prexaspes, though sent to kill Smerdis, had not done so), he looked at Prexaspes and said: "Prexaspes, is this how you performed the business I laid upon you?" And he replied: "My master, it is not true that your brother Smerdis has rebelled against you, nor that any quarrel, whether great or small, shall ever come to you from that man; for I myself, having done what you commanded me, buried him with my own hands.
§3.62.4εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι, προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι· εἰ δʼ ἔστι ὥσπερ πρὸ τοῦ, οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ.
If, then, the dead rise again, you may expect Astyages the Median also to rise against you; but if things are as they were before, there is no fear that any trouble will ever arise to you from him.
νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρʼ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν.
Now, therefore, it seems best to me that we should pursue the herald and examine him by questioning, to find out from whom he comes to proclaim to us that we must obey Smerdis as king."