§3.57.1οἱ δʼ ἐπὶ τὸν Πολυκράτεα στρατευσάμενοι Σαμίων, ἐπεὶ οἱ Λακεδαιμόνιοι αὐτοὺς ἀπολιπεῖν ἔμελλον, καὶ αὐτοὶ ἀπέπλεον ἐς Σίφνον,
那些曾对波吕克拉特斯发起远征的萨摩斯人,在拉刻代蒙人即将抛弃他们时,他们自己也启航前往锡夫诺斯。
§3.57.2χρημάτων γὰρ ἐδέοντο, τὰ δὲ τῶν Σιφνίων πρήγματα ἤκμαζε τοῦτον τὸν χρόνον, καὶ νησιωτέων μάλιστα ἐπλούτεον, ἅτε ἐόντων αὐτοῖσι ἐν τῇ νήσῳ χρυσέων καὶ ἀργυρέων μετάλλων, οὕτω ὥστε ἀπὸ τῆς δεκάτης τῶν γινομένων αὐτόθεν χρημάτων θησαυρὸς ἐν Δελφοῖσι ἀνάκειται ὅμοια τοῖσι πλουσιωτάτοισι· αὐτοὶ δὲ τὰ γινόμενα τῷ ἐνιαυτῷ ἑκάστῳ χρήματα διενέμοντο.
因为他们需要资金,而当时锡夫诺斯人的事务正处于全盛时期,在岛民中他们最为富有,因为岛上有属于他们的金矿和银矿,以至于他们用从当地所得收入的十分之一,在德尔斐建立了一座堪比最富有国家之宝库的献纳库;而他们自己则每年分配所得的收入。
§3.57.3ὅτε ὦν ἐποιεῦντο τὸν θησαυρόν, ἐχρέωντο τῷ χρηστηρίῳ εἰ αὐτοῖσι τὰ παρεόντα ἀγαθὰ οἷά τε ἐστὶ πολλὸν χρόνον παραμένειν· ἡ δὲ Πυθίη ἔχρησέ σφι τάδε. §3.57.4"
ἀλλʼ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται
λεύκοφρύς τʼ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρός
φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τʼ ἐρυθρόν.
因此,当他们建造这座宝库时,他们求问神谕,看看他们眼前的福祉是否能够长久保持;而皮提亚对他们作出了如下的启示: “但是,当锡夫诺斯的市政厅变白,集市也长出白眉时,那时确实需要一个聪明的人,去防范木制的伏兵和红色的使者。
"
τοῖσι δὲ Σιφνίοισι ἦν τότε ἡ ἀγορὴ καὶ τὸ πρυτανήιον Παρίῳ λίθῳ ἠσκημένα.
” 当时锡夫诺斯人的集市和市政厅都是用帕罗斯大理石装饰的。