§3.38.1πανταχῇ ὦν μοι δῆλα ἐστὶ ὅτι ἐμάνη μεγάλως ὁ Καμβύσης· οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν.
因此,从各方面对我来说都很明显,冈比西斯确实大为疯狂;否则他绝不会企图嘲笑神圣之物和风俗。
εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι.
因为如果有人向所有人提出,命令他们从一切风俗中挑选出最美好的风俗,那么每个人在仔细权衡之后,都会选择他们自己的风俗;每个人都如此认为他们自己的风俗是迄今最美好的。
§3.38.2οὔκων οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι· ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι, πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ τῷδε.
因而,除了疯子之外,任何人都不会将此类事物视为笑柄;而所有人对于风俗都有着这样的观念,这不仅可以通过许多其他证据来推测,尤其也可以通过以下这件事来证明。
§3.38.3Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι· οἳ δὲ ἐπʼ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο.
大流士在自己的统治时期,召集了在场的希腊人,询问他们需要多少报酬,才愿意吃掉他们死去的父亲;而他们说,无论给多少报酬,他们也绝不会做这件事。
§3.38.4Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσι, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ διʼ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατʼ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί· οἳ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον.
此后,大流士召集了被称为“卡拉蒂埃”的印度人,他们是吃掉父母的,大流士在希腊人旁听并通过译员理解所说内容的情况下,询问他们需要什么报酬,才会同意用火焚烧他们死去的父亲;而他们大声惊呼,要求他不要说出不吉利的话。
οὕτω μέν νυν ταῦτα νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι.
因此,这些风俗就是这样确立的,在我看来,品达说“风俗是万物之王”而作诗,是完全正确的。