§3.38.1πανταχῇ ὦν μοι δῆλα ἐστὶ ὅτι ἐμάνη μεγάλως ὁ Καμβύσης· οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν.
Therefore, it is clear to me in every way that Cambyses was greatly mad; for otherwise he would not have attempted to mock sacred things and customs.
εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι. §3.38.2οὔκων οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι· ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι, πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ τῷδε. §3.38.3Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι· οἳ δὲ ἐπʼ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο. §3.38.4Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσι, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ διʼ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατʼ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί· οἳ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον.
For if someone were to propose to all men, bidding them to choose the best customs from among all customs, each, after careful consideration, would choose their own; so much do they each believe their own customs to be by far the best. It is therefore not likely that anyone other than a madman would make a laughingstock of such things; and that all men have this view concerning customs can be inferred from many other proofs, and in particular from the following. Darius, during his own reign, having called those of the Greeks who were present, asked for how much money they would be willing to eat their deceased fathers; and they said they would do this for no amount. After this, Darius called those of the Indians called Callatiae, who eat their parents, and asked them, in the presence of the Greeks who were learning what was said through an interpreter, for what money they would consent to burn their deceased fathers with fire; but they cried out aloud and bade him speak words of good omen.
οὕτω μέν νυν ταῦτα νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι.
Thus then are these things established by custom, and it seems to me that Pindar wrote correctly when he said that custom is king of all.