Humanitext Reader

希罗多德 · 历史 §3.31.1-3.31.6

冈比西斯娶亲妹与皇家法官的裁决

第 435 段,共 1577 段 · 希腊语

内容简介

冈比西斯企图娶自己的妹妹,并向皇家法官咨询。法官们为了保全自身,提出了另一条允许国王随心所欲的法律。冈比西斯随后娶了两位妹妹,并杀死了随他前往埃及的那个妹妹。

§3.31.1πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο·
据人们说,这便是冈比西斯恶行的开端。
δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἑσπομένην οἱ ἐς Αἴγυπτον, τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπʼ ἀμφοτέρων ἀδελφεή.
第二件恶行是他对随他前往埃及的妹妹所作的,他娶她为妻,而她是他同父同母的妹妹。
§3.31.2ἔγημε δὲ αὐτὴν ὧδε· οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι.
他是这样娶她的:因为在此之前,波斯人绝无与姐妹通婚的习惯。
ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης, καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι, ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν, εἴρετο καλέσας τοὺς βασιληίους δικαστὰς εἴ τις ἐστὶ κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν.
冈比西斯爱上了他的一个妹妹,随后想要娶她。 因为他打算做一件不合习惯的事,所以他召来皇家法官,询问是否有任何法律允许想要与妹妹通婚的人这样做。
§3.31.3οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων, ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον, μέχρι τούτου·
这些皇家法官是从波斯人中挑选出来的,他们一直任职到死去,或者直到他们被发现有某种不轨行为为止。
οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται, καὶ πάντα ἐς τούτους ἀνακέεται.
他们为波斯人审判案件,并充当祖传律法的解释者,一切事务都交由他们处理。
§3.31.4εἰρομένου ὦν τοῦ Καμβύσεω, ὑπεκρίνοντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα, φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν, ἄλλον μέντοι ἐξευρηκέναι νόμον, τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται.
因此,当冈比西斯询问时,他们给了他一个既公正又安全的回答,说他们没有找到任何一条允许兄弟与姐妹通婚的法律,但他们找到了另一条法律,即波斯的统治者可以随心所欲。
§3.31.5οὕτω οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα, ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες, παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς.
这样,他们既没有因为惧怕冈比西斯而破坏法律,也没有因为维护法律而使自己灭亡,而是想出了另一条法律,来支持想要娶妹妹的人。
§3.31.6τότε μὲν δὴ ὁ Καμβύσης ἔγημε τὴν ἐρωμένην, μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε ἄλλην ἀδελφεήν.
当时,冈比西斯确实娶了他所爱的那位妹妹,但没过多久,他又娶了另一个妹妹。
τουτέων δῆτα τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπʼ Αἴγυπτον κτείνει.
在这两个妹妹中,他杀死了那个随他前往埃及的较年轻的妹妹。

词汇与语法注释

  1. 3.31.1τῶν κακῶν ἄρξαι τοῦτο — ἄρξαι 是依赖于 λέγουσι 的不定式,其主语是 τοῦτο。τῶν κακῶν 是动词 ἄρχω(开始)所支配的属格,整句意为“这成为(他)恶行的开端”。
  2. 3.31.3ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον, μέχρι τούτου — 由 ἐς οὗ(直到……之时)引导的时间关系从句与副词短语 μέχρι τούτου(直到那时)呈相关呼应,用以强调法官任期的持续时间(直至死亡或发现不轨)。
  3. 3.31.4καὶ δίκαια καὶ ἀσφαλέα — 中性复数形容词用作动词 ὑπεκρίνοντο 的同族宾语或副词性修饰,表示他们以一种既公正又安全(利于自我保全)的方式作答。
  4. 3.31.5ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες — ἵνα 从句表示目的。现在分词 περιστέλλοντες 与主语一致,表示条件或手段(“通过试图维护法律”)。

引用这一段

希罗多德, 历史 §3.31.1-3.31.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.31.1-3.31.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。