Humanitext Reader

希罗多德 · 历史 §3.28.1-3.28.3

冈比西斯召见祭司与阿庇斯的特征

第 432 段,共 1577 段 · 希腊语

内容简介

冈比西斯召见祭司并命令他们牵来阿庇斯。随后文中叙述了阿庇斯由天光受孕的神话起源及其身体特征。

§3.28.1ἀποκτείνας δὲ τούτους δεύτερα τοὺς ἱρέας ἐκάλεε ἐς ὄψιν·
杀死了这些人之后,他接着召见了祭司们。
λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων, οὐ λήσειν ἔφη αὐτὸν εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Αἰγυπτίοισι.
当祭司们也说出同样的话时,他便说,如果有某位驯服的神降临到埃及人那里,他自己是绝不会察觉不到的。
τοσαῦτα δὲ εἴπας ἀπάγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας.
说了这些话后,他命令祭司们把阿庇斯牵来。
οἳ μὲν δὴ μετήισαν ἄξοντες.
于是他们便前去迎领他。
§3.28.2ὁ δὲ Ἆπις οὗτος ὁ Ἔπαφος γίνεται μόσχος ἐκ βοός, ἥτις οὐκέτι οἵη τε γίνεται ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον.
这只被称为埃帕福斯的阿庇斯,是母牛生下的小牛,而这只母牛此后便再也不能受孕怀胎。
Αἰγύπτιοι δὲ λέγουσι σέλας ἐπὶ τὴν βοῦν ἐκ τοῦ οὐρανοῦ κατίσχειν, καί μιν ἐκ τούτου τίκτειν τὸν Ἆπιν.
埃及人说,一道光芒从天而降落在母牛身上,她便因此产下阿庇斯。
§3.28.3ἔχει δὲ ὁ μόσχος οὗτος ὁ Ἆπις καλεόμενος σημήια τοιάδε ἐὼν μέλας, ἐπὶ μὲν τῷ μετώπῳ λευκόν τι τρίγωνον, ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον, ἐν δὲ τῇ οὐρῇ τὰς τρίχας διπλᾶς, ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον.
这只被称为阿庇斯的小牛通体黑色,并带有以下特征:额头上有白色的三角形印记,背部有形似鹰的图案,尾巴上有双重的毛发,舌头下面有形如圣甲虫的肉瘤。

词汇与语法注释

  1. §3.28.1οὐ λήσειν ἔφη αὐτὸν — 动词 λανθάνω(未被察觉)支配宾格,表示“不为(某人)所知”。此处 αὐτόν 指代冈比西斯本人,作为不定式 λήσειν 的主格(宾格代词),整句意为“他说,如果发生从句中的情况,绝不会不被他自己察觉”。
  2. §3.28.2ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον — βάλλεσθαι 是现在被动不定式,依附于前文的 οἵη τε γίνεται(能够)。字面意思是“另一个后代被投入腹中(受孕)”,在语义上表示母牛“再次受孕”的能力。
  3. §3.28.3ἐὼν μέλας — 现在分词 ἐών 修饰主语(ὁ μόσχος)。在此处作为环境分词,在主句谓语 ἔχει... σημήια(具有特征)之外,补充说明其“通体黑色”的身体属性或伴随状况。

引用这一段

希罗多德, 历史 §3.28.1-3.28.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.28.1-3.28.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。