§3.28.1ἀποκτείνας δὲ τούτους δεύτερα τοὺς ἱρέας ἐκάλεε ἐς ὄψιν· λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων, οὐ λήσειν ἔφη αὐτὸν εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Αἰγυπτίοισι.
After putting them to death, he next summoned the priests into his presence; and when the priests spoke to the same effect, he said it would not escape his notice if some tame god had arrived for the Egyptians.
τοσαῦτα δὲ εἴπας ἀπάγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας.
Having said this, he ordered the priests to bring Apis.
οἳ μὲν δὴ μετήισαν ἄξοντες.
So they went to fetch him.
§3.28.2ὁ δὲ Ἆπις οὗτος ὁ Ἔπαφος γίνεται μόσχος ἐκ βοός, ἥτις οὐκέτι οἵη τε γίνεται ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον.
This Apis, or Epaphos, is a calf born from a cow which is no longer able to conceive another offspring in her womb.
Αἰγύπτιοι δὲ λέγουσι σέλας ἐπὶ τὴν βοῦν ἐκ τοῦ οὐρανοῦ κατίσχειν, καί μιν ἐκ τούτου τίκτειν τὸν Ἆπιν.
The Egyptians say that a flash of light descends from heaven upon the cow, and from this she gives birth to Apis.
§3.28.3ἔχει δὲ ὁ μόσχος οὗτος ὁ Ἆπις καλεόμενος σημήια τοιάδε ἐὼν μέλας, ἐπὶ μὲν τῷ μετώπῳ λευκόν τι τρίγωνον, ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον, ἐν δὲ τῇ οὐρῇ τὰς τρίχας διπλᾶς, ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον.
This calf, called Apis, has the following marks, being black: on its forehead a white triangle, on its back the figure of an eagle, on its tail double hairs, and under its tongue a beetle.