§3.27.1ἀπιγμένου δὲ Καμβύσεω ἐς Μέμφιν ἐφάνη Αἰγυπτίοισι ὁ Ἆπις, τὸν Ἕλληνες Ἔπαφον καλέουσι·
冈比西斯抵达孟菲斯时,阿庇斯向埃及人显现,希腊人称之为埃帕福斯。
ἐπιφανέος δὲ τούτου γενομένου αὐτίκα οἱ Αἰγύπτιοι εἵματα ἐφόρεον τὰ κάλλιστα καὶ ἦσαν ἐν θαλίῃσι.
当他显现后,埃及人立刻穿上最华丽的衣服,沉浸在节日欢庆之中。
§3.27.2ἰδὼν δὲ ταῦτα τοὺς Αἰγυπτίους ποιεῦντας ὁ Καμβύσης, πάγχυ σφέας καταδόξας ἑωυτοῦ κακῶς πρήξαντος χαρμόσυνα ταῦτα ποιέειν, ἐκάλεε τοὺς ἐπιτρόπους τῆς Μέμφιος, ἀπικομένους δὲ ἐς ὄψιν εἴρετο ὅ τι πρότερον μὲν ἐόντος αὐτοῦ ἐν Μέμφι ἐποίευν τοιοῦτον οὐδὲν Αἰγύπτιοι, τότε δὲ ἐπεὶ αὐτὸς παρείη τῆς στρατιῆς πλῆθός τι ἀποβαλών.
冈比西斯看到埃及人这样做,完全断定他们是因为自己遭遇了不幸才举行这些庆祝活动的,于是召见了孟菲斯的官吏们。 当他们来到他面前时,他问道:为什么以前他人在孟菲斯时,埃及人什么类似的事也没做,而现在他失去了大批军队返回时,他们却这样做了。
§3.27.3οἳ δὲ ἔφραζον ὥς σφι θεὸς εἴη φανεὶς διὰ χρόνου πολλοῦ ἐωθὼς ἐπιφαίνεσθαι, καὶ ὡς ἐπεὰν φανῇ τότε πάντες Αἰγύπτιοι κεχαρηκότες ὁρτάζοιεν.
他们解释说,是一位神明向他们显现了,这位神明通常相隔很久才显现一次,而每当他显现时,所有埃及人都会欢欣鼓舞并庆祝节日。
ταῦτα ἀκούσας ὁ Καμβύσης ἔφη ψεύδεσθαι σφέας καὶ ὡς ψευδομένους θανάτῳ ἐζημίου.
冈比西斯听了这话,说他们是在撒谎,并以撒谎者的罪名将他们处以死刑。