§3.157.1οἳ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τὸν ἐν Πέρσῃσι δοκιμώτατον ῥινός τε καὶ ὤτων ἐστερημένον, μάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον, πάγχυ ἐλπίσαντες λέγειν μιν ἀληθέα καί σφι ἥκειν σύμμαχον, ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν τῶν ἐδέετο σφέων·
しかし、バビロンの人々は、ペルシア人の間で最も高名な男が、鼻と耳を削がれ、鞭の傷と血にまみれているのを目にし、彼が真実を語っており、自分たちの同盟者としてやって来たのだと完全に信じ込んで、彼が自分たちに求めたあらゆることを彼に委ねる用意ができていた。
ἐδέετο δὲ στρατιῆς.
そして彼が求めたのは、軍勢であった。
§3.157.2ὁ δὲ ἐπείτε αὐτῶν τοῦτο παρέλαβε, ἐποίεε τά περ τῷ Δαρείῳ συνεθήκατο·
彼は彼らからこの権限を受け取ると、まさにダレイオスと約束していた通りのことを行った。
ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρῃ τὴν στρατιὴν τῶν Βαβυλωνίων καὶ κυκλωσάμενος τοὺς χιλίους, τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι, τούτους κατεφόνευσε.
すなわち、十日目にバビロン人の軍勢を率いて出撃し、ダレイオスにあらかじめ最初に配置するよう指示しておいた、あの千人の兵を包囲して、彼らを皆殺しにしたのである。
§3.157.3μαθόντες δέ μιν οἱ Βαβυλώνιοι τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὅμοια, πάγχυ περιχαρέες ἐόντες πᾶν δὴ ἕτοιμοι ἦσαν ὑπηρετέειν.
バビロンの人々は、彼が言葉通りの行動を示したことを知ると、大いに喜び、彼の指示に何でも従う用意をすっかり整えた。
ὁ δὲ διαλιπὼν ἡμέρας τὰς συγκειμένας, αὖτις ἐπιλεξάμενος τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτέων τοὺς δισχιλίους.
彼は約束の日数を置いた後、再びバビロン人の中から選抜して率い出し、ダレイオスの兵のうち二千人を包囲して皆殺しにした。
§3.157.4ἰδόντες δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόμασι αἰνέοντες.
この二度目の行動をも目にしたバビロンの人々は、誰もがゾピュロスを口々に称賛した。
ὁ δὲ αὖτις διαλιπὼν τὰς συγκειμένας ἡμέρας ἐξήγαγε ἐς τὸ προειρημένον, καὶ κυκλωσάμενος κατεφόνευσε τοὺς τετρακισχιλίους.
彼は再び約束の日数を置いた後、あらかじめ指定された場所へと軍勢を率い出し、包囲して四千人を皆殺しにした。
ὡς δὲ καὶ τοῦτο κατέργαστο, πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος, καὶ στρατάρχης τε οὗτός σφι καὶ τειχοφύλαξ ἀπεδέδεκτο.
これをも成し遂げると、バビロンの人々にとってゾピュロスこそがすべてとなり、彼は彼らの軍司令官および城壁守備隊長に任命された。