§3.151.1πυθόμενος δὲ ταῦτα ὁ Δαρεῖος καὶ συλλέξας πᾶσαν τὴν ἑωυτοῦ δύναμιν ἐστρατεύετο ἐπʼ αὐτούς, ἐπελάσας δὲ ἐπὶ τὴν Βαβυλῶνα ἐπολιόρκεε φροντίζοντας οὐδὲν τῆς πολιορκίης.
达雷奥斯得知这些消息后,便召集了自己的全部军队向他们进军。 他进军到巴比伦并包围了他们,而他们对这次包围全然不放在心上。
ἀναβαίνοντες γὰρ ἐπὶ τοὺς προμαχεῶνας τοῦ τείχεος οἱ Βαβυλώνιοι κατωρχέοντο καὶ κατέσκωπτον Δαρεῖον καὶ τὴν στρατιὴν αὐτοῦ, καί τις αὐτῶν εἶπε τοῦτο τὸ ἔπος. §3.151.2τί κάτησθε ὦ Πέρσαι ἐνθαῦτα, ἀλλʼ οὐκ ἀπαλλάσσεσθε;
因为巴比伦人爬上城墙的雉堞,嘲笑起舞,并戏弄达雷奥斯和他的军队,他们中的一个人说了这样的话: “波斯人啊,你们为什么坐在那里而不离开呢?
τότε γὰρ αἱρήσετε ἡμέας, ἐπεὰν ἡμίονοι τέκωσι.
因为只有当骡子生下幼崽的时候,你们才会攻陷我们。
τοῦτο εἶπε τῶν τις Βαβυλωνίων οὐδαμὰ ἐλπίζων ἂν ἡμίονον τεκεῖν.
” 巴比伦人中的一个人说这话,是因为他绝不相信骡子会生下幼崽。