§3.149.1τὴν δὲ Σάμον οἱ Πέρσαι παρέδοσαν Συλοσῶντι ἔρημον ἐοῦσαν ἀνδρῶν.
波斯人把空无一人的萨摩斯交给了西洛松。
ὑστέρῳ μέντοι χρόνῳ καὶ συγκατοίκισε αὐτὴν ὁ στρατηγὸς Ὀτάνης ἔκ τε ὄψιος ὀνείρου καὶ νούσου ἥ μιν κατέλαβε νοσῆσαι τὰ αἰδοῖα.
然而,在后来,将军奥塔涅斯由于梦中的启示和一场侵袭他阴部致病的疾病,也重新往那里移民。