§3.133.1ἐν χρόνῳ δὲ ὀλίγῳ μετὰ ταῦτα τάδε ἄλλα συνήνεικε γενέσθαι.
此后不久,又发生了以下另一件事。
Ἀτόσσῃ τῇ Κύρου μὲν θυγατρὶ Δαρείου δὲ γυναικὶ ἐπὶ τοῦ μαστοῦ ἔφυ φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω.
居鲁士的女儿、达雷奥斯的妻子阿托莎的乳房上长了一个肿瘤,后来破裂并进一步扩散。
ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον, ἣ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζε οὐδενί· ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδεα καί οἱ ἐπέδεξε.
只要肿瘤还比较小,她就隐瞒着,因感到羞耻而不告诉任何人;但当她陷入痛苦的境地时,她便派人召来德莫凯德斯,并给他看。
§3.133.2ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο τὸ ἂν αὐτῆς δεηθῇ· δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην ἐστὶ φέροντα.
他声称能治好她,并让她起誓,凡凡是他向她提出的要求,她都必须作为回报予以满足;但他也表示,自己绝不会提出任何涉及羞耻之事的请求。