§3.134.1ὡς δὲ ἄρα μιν μετὰ ταῦτα ἰώμενος ὑγιέα ἀπέδεξε, ἐνθαῦτα δὴ διδαχθεῖσα ὑπὸ τοῦ Δημοκήδεος ἡ Ἄτοσσα προσέφερε ἐν τῇ κοίτῃ Δαρείῳ λόγον τοιόνδε.
こうして、その後に彼が彼女を治療して健康な状態に戻すと、そこでまさにデモケデスに唆されたアトッサは、寝床の中でダレイオスに次のような話を切り出した。
ὦ βασιλεῦ, ἔχων δύναμιν τοσαύτην κάτησαι, οὔτε τι ἔθνος προσκτώμενος οὔτε δύναμιν Πέρσῃσι.
「王よ、あなた様はこれほど大きな力を持ちながら、何ら新たな民族を従えることもなく、ペルシア人に新たな勢力を付け加えることもなく、ただ座しておられます。
§3.134.2οἰκὸς δὲ ἐστὶ ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον, ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπʼ ἀνδρὸς ἄρχονται.
若く、かつ莫大な財産の主であるほどの男ならば、何か事績を成し遂げてそれを示すのがふさわしいことでございます。 それは、ペルシア人たちも自分たちが一人前の男によって支配されているのだと知るようになるためです。
ἐπʼ ἀμφότερα δέ τοι συμφέρει ταῦτα ποιέειν, καὶ ἵνα σφέων Πέρσαι ἐπίστωνται ἄνδρα εἶναι τὸν προεστεῶτα, καὶ ἵνα τρίβωνται πολέμῳ μηδὲ σχολὴν ἄγοντες ἐπιβουλεύωσί τοι.
また、このようにすることはあなた様にとって二重の意味で有利に働きます。 一つにはペルシア人が自分たちを率いる者が男であることを知るためであり、もう一つには彼らが戦争で心身を磨り減らし、暇を持ってあなた様に対して陰謀を企てることがないようにするためです。
§3.134.3νῦν γὰρ ἄν τι καὶ ἀποδέξαιο ἔργον, ἕως νέος εἶς ἡλικίην·
というのも、今こそあなた様は、その年齢においてお若い間に、何か事績を成し遂げることができるからです。
αὐξομένῳ γὰρ τῷ σώματι συναύξονται καὶ αἱ φρένες, γηράσκοντι δὲ συγγηράσκουσι καὶ ἐς τὰ πρήγματα πάντα ἀπαμβλύνονται.
身体が成長するにつれて精神もともに成長し、身体が老いると精神もともに老いて、あらゆる事柄において鈍くなっていくものだからです。
§3.134.4ἣ μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε, ὃ δʼ ἀμείβετο τοῖσιδε.
」彼女は唆された通りにこのように語り、彼は次のように答えた。
ὦ γύναι, πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας·
「妻よ、お前はまさに私自身が実行しようと考えていることすべてを口にした。
ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι·
私は、この大陸から対岸の大陸へと橋を架け、スキタイ人に対して遠征することを決意している。
καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεύμενα.
そして、これらは間もなく実現されるであろう。
λέγει Ἄτοσσα τάδε.
」アトッサは次のように言った。
§3.134.5ὅρα νυν, ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον·
「それではお聞きください。 スキタイへの遠征は、まずは見合わせてください。
οὗτοι γάρ, ἐπεὰν σὺ βούλῃ, ἔσονταί τοι·
彼らは、あなた様が望むとき、いつでもあなたのものになるでしょうから。
σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι.
それよりも、私のためにギリシアへ遠征してください。
ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας.
私は話を聞いて、スパルタの女たち、アルゴスの女たち、アッティカの女たち、そしてコリントスの女たちを自分の召使にしたいと強く望んでいるのです。
ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι, τοῦτον ὅς σευ τὸν πόδα ἐξιήσατο.
それに、あなた様には、ギリシアの諸事を示し、案内するのに最も適した男がおります。 あなたの足を治療した、あの男のことです。
§3.134.6ἀμείβεται Δαρεῖος
ὦ γύναι, ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι, κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς, οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν·
」アメイベテス・ダレイオス「妻よ、お前が、我々がまずギリシアを試みるべきだと考えているからには、お前の言うあの男とともに、ペルシア人の偵察員たちをまず彼らのもとへ派遣するのがよいと私は考える。 彼らが状況を知り、実際に見て、彼らの諸事情を我々に報告するだろう。
καὶ ἔπειτα ἐξεπιστάμενος ἐπʼ αὐτοὺς τρέψομαι.
その上で、十分に詳細を知った上で、私は彼らに対する遠征に向かうことにしよう。 」