§3.127.1Δαρεῖος δὲ ὡς ἔσχε τὴν ἀρχήν, ἐπεθύμεε τὸν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων εἵνεκεν καὶ μάλιστα Μιτροβάτεω καὶ τοῦ παιδός.
当大流士夺取政权后,他渴望因奥罗伊特斯所犯的一切罪行,尤其是对米特罗巴特斯及其儿子的罪行,向他进行报复。
ἐκ μὲν δὴ τῆς ἰθέης στρατὸν ἐπʼ αὐτὸν οὐκ ἐδόκεε πέμπειν ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων, καὶ νεωστὶ ἔχων τὴν ἀρχὴν καὶ τὸν Ὀροίτεα μεγάλην τὴν ἰσχὺν πυνθανόμενος ἔχειν· τὸν χίλιοι μὲν Περσέων ἐδορυφόρεον, εἶχε δὲ νομὸν τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν.
然而,由于国内局势仍动荡不安,且自己刚刚掌握政权,同时又听说奥罗伊特斯拥有强大的力量,大流士认为不宜直接派兵去讨伐他;因为奥罗伊特斯有千名波斯人充当贴身护卫,并统治着弗里吉亚、吕底亚和爱奥尼亚等行省。
§3.127.2πρὸς ταῦτα δὴ ὦν ὁ Δαρεῖος τάδε ἐμηχανήσατο. συγκαλέσας Περσέων τοὺς δοκιμωτάτους ἔλεγέ σφι τάδε.
于是,大流士策划了如下计谋。
ὦ Πέρσαι, τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε σοφίῃ καὶ μὴ βίῃ τε καὶ ὁμίλῳ;
他召集了波斯人中最有声望的名流,对他们说道: “波斯人啊,你们之中有谁能为我承担这项任务,用智慧而不是用武力和人海去完成它?
ἔνθα γὰρ σοφίης δέει, βίης ἔργον οὐδέν·
因为在需要智慧的地方,武力毫无用武之地。
§3.127.3ὑμέων δὲ ὦν τίς μοι Ὀροίτεα ἢ ζώοντα ἀγάγοι ἢ ἀποκτείνειε;
那么,你们之中有谁能为我把奥罗伊特斯活捉过来,或者把他杀掉?
ὃς ὠφέλησε μέν κω Πέρσας οὐδέν, κακὰ δὲ μεγάλα ἔοργε· τοῦτο μὲν δύο ἡμέων ἠίστωσε, Μιτροβάτεά τε καὶ τὸν παῖδα αὐτοῦ, τοῦτο δὲ τοὺς ἀνακαλέοντας αὐτὸν καὶ πεμπομένους ὑπʼ ἐμεῦ κτείνει, ὕβριν οὐκ ἀνασχετὸν φαίνων.
他未曾给波斯人带来任何益处,反而犯下了巨大的恶行:一方面,他消灭了我们之中的两个人,即米特罗巴特斯和他的儿子;另一方面,他杀害了我派去传唤他的使者,显露出无法容忍的狂妄。
πρίν τι ὦν μέζον ἐξεργάσασθαί μιν Πέρσας κακόν, καταλαμπτέος ἐστὶ ἡμῖν θανάτῳ.
因此,在他给波斯人带来更大的灾祸之前,我们必须用死刑将他制服。 ”