§3.121.1οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτεα ἐς Σάμον κήρυκα ὅτευ δὴ χρήματος δεησόμενον (οὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεται), καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι, παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον·
然而,少数人则说,奥罗伊特斯派了一名使者前往萨摩斯,去请求某件事务(因为这具体是什么并未被提及),而波吕克拉特斯当时正巧躺在男宾厅里,泰奥斯人阿那克里翁也恰好与他同在。
§3.121.2καί κως εἴτʼ ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα, εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο· τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι, καὶ τὸν Πολυκράτεα (τυχεῖν γὰρ ἀπεστραμμένον πρὸς τὸν τοῖχον) οὔτε τι μεταστραφῆναι οὔτε ὑποκρίνασθαι.
不知怎的,或许是因为他故意轻视奥罗伊特斯的事务,又或者是由于某种类似的巧合:因为当奥罗伊特斯的使者走进来并说话时,波吕克拉特斯(他当时正巧转脸面向墙壁)既没有转身,也没有作任何回答。