Humanitext Reader

希罗多德 · 历史 §3.120.1-3.120.4

奥罗伊特斯谋害波吕克拉特斯的起因

第 524 段,共 1577 段 · 希腊语

内容简介

讲述了波斯人奥罗伊特斯企图消灭萨摩斯统治者波吕克拉特斯的缘由,以及他与同僚米特罗巴特斯发生激烈争吵这一起因。

§3.120.1κατὰ δέ κου μάλιστα τὴν Καμβύσεω νοῦσον ἐγίνετο τάδε.
大约在坎比西斯患病期间,发生了以下的事情。
ὑπὸ Κύρου κατασταθεὶς ἦν Σαρδίων ὕπαρχος Ὀροίτης ἀνὴρ Πέρσης·
有一位名叫奥罗伊特斯的波斯人,曾被库鲁斯任命为萨尔迪斯的总督。
οὗτος ἐπεθύμησε πρήγματος οὐκ ὁσίου· οὔτε γάρ τι παθὼν οὔτε ἀκούσας μάταιον ἔπος πρὸς Πολυκράτεος τοῦ Σαμίου, οὐδὲ ἰδὼν πρότερον, ἐπεθύμεε λαβὼν αὐτὸν ἀπολέσαι, ὡς μὲν οἱ πλεῦνες λέγουσι, διὰ τοιήνδε τινὰ αἰτίην.
此人产生了一种不义的企图:他既没有受到萨摩斯人波吕克拉特斯的任何伤害,也没有听过他的任何无礼之言,甚至以前从未见过他,却渴望将其捕获并消灭。 据大多数人说,这是因为以下的原因。
§3.120.2ἐπὶ τῶν βασιλέος θυρέων κατήμενον τόν τε Ὀροίτεα καὶ ἄλλον Πέρσην τῷ οὔνομα εἶναι Μιτροβάτεα, νομοῦ ἄρχοντα τοῦ ἐν Δασκυλείῳ, τούτους ἐκ λόγων ἐς νείκεα συμπεσεῖν, κρινομένων δὲ περὶ ἀρετῆς εἰπεῖν τὸν Μιτροβάτεα τῷ Ὀροίτῃ προφέροντα
当时,奥罗伊特斯和另一位名叫米特罗巴特斯的波斯人(他是达斯克莱翁行省的统治者)正坐在国王的宫门口,他们因言语不和而发生争吵。 在他们争论各自的力量与功绩时,米特罗巴特斯讥讽奥罗伊特斯道: “你也能算个男子汉吗?
§3.120.3σὺ γὰρ ἐν ἀνδρῶν λόγῳ, ὃς βασιλέι νῆσον Σάμον πρὸς τῷ σῷ νομῷ προσκειμένην οὐ προσεκτήσαο, ὧδε δή τι ἐοῦσαν εὐπετέα χειρωθῆναι, τὴν τῶν τις ἐπιχωρίων πεντεκαίδεκα ὁπλίτῃσι ἐπαναστὰς ἔσχε καὶ νῦν αὐτῆς τυραννεύει;
你竟然没有为国王夺取萨摩斯岛,那岛明明就紧邻你的行省,而且是如此轻易就能被征服。 当地的一个普通人仅凭十五名重装步兵发动叛乱就占领了它,如今还在那里实行独裁。
§3.120.4οἳ μὲν δή μιν φασὶ τοῦτο ἀκούσαντα καὶ ἀλγήσαντα τῷ ὀνείδεϊ ἐπιθυμῆσαι οὐκ οὕτω τὸν εἴπαντα ταῦτα τίσασθαι ὡς Πολυκράτεα πάντως ἀπολέσαι, διʼ ὅντινα κακῶς ἤκουσε.
” 有人说,他听到这话后,因这番侮辱而深感痛心,他渴望的与其说是向说这话的人报复,倒不如说是想尽一切办法消灭波吕克拉特斯,因为正是由于后者,他才遭受了这番恶评。

词汇与语法注释

  1. 3.120.1κατὰ δέ κου μάλιστα — 介词 κατά 与副词 μάλιστα 结合表示大约的时间(“在……左右”)。质词 κου(爱奥尼亚方言,相当于雅典方言的 που)增加了“大概、大约”的近似语气。
  2. 3.120.2τόν τε Ὀροίτεα ... τούτους ... συμπεσεῖν — 这是一个受前句 ὡς οἱ πλεῦνες λέγουσι 引导的间接引语中的“对格加不定式”结构。代词 τούτους 复指了句首的两个主语 τόν τε Ὀροίτεα... 和 ἄλλον Πέρ声...,并充当不定式 συμπεσεῖν 的逻辑主语。
  3. 3.120.3σὺ γὰρ ἐν ἀνδρῶν λόγῳ — 省略了存在动词 εἶ(或被动语态动词 λογίζῃ“被算作”)的反问句,带有讽刺和责难的意味,意为“你还能算在男人的行列里吗?”。此处的 γάρ 用于引入带有愤慨或嘲讽语气的疑问。
  4. 3.120.3ὧδε δή τι ἐοῦσαν εὐπετέα χειρωθῆναι — 不定式 χειρωθῆναι 是限制性不定式,修饰形容词 εὐπετέα(意为“易于被征服”)。短语 ὧδε δή τι 修饰 εὐπετέα,表示“如此、这般”。
  5. 3.120.4κακῶς ἤκουσε — 动词 ἀκούω 与副词连用时,表示“被称为、获得……的名声”(相当于被动语态)。因此,κακῶς ἤκουσε 的意思是“遭受恶评”或“被非难”。

引用这一段

希罗多德, 历史 §3.120.1-3.120.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.120.1-3.120.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。