Humanitext Reader

希罗多德 · 历史 §3.119.1-3.119.7

因塔弗雷内斯家族被捕与其妻救弟的选择

第 523 段,共 1577 段 · 希腊语

内容简介

大流士怀疑同谋而逮捕了因塔弗雷内斯及其亲属。在其妻反复哀求下,国王准许其救出一人。因塔弗雷内斯的妻子选择救出自己的兄弟而非丈夫或孩子,并给出了令人叹服的理由,深得大流士赞赏。

§3.119.1οἳ δὲ τῷ βασιλέι δεικνύουσι ἑωυτοὺς καὶ τὴν αἰτίην εἶπον διʼ ἣν πεπονθότες εἴησαν.
他们面见国王,呈示自己的伤势,并说明了自己遭受如此惩罚的原因。
Δαρεῖος δὲ ἀρρωδήσας μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἔωσι ταῦτα, μεταπεμπόμενος ἕνα ἕκαστον ἀπεπειρᾶτο γνώμης, εἰ συνέπαινοι εἰσὶ τῷ πεποιημένῳ.
大流士担心其余六人是合谋做出此事的,于是将他们逐一召见,试探他们的意向,看他们是否赞同这一行为。
§3.119.2ἐπείτε δὲ ἐξέμαθε ὡς οὐ σὺν κείνοισι εἴη ταῦτα πεποιηκώς, ἔλαβε αὐτόν τε τὸν Ἰνταφρένεα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς οἰκηίους πάντας, ἐλπίδας πολλὰς ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν, συλλαβὼν δὲ σφέας ἔδησε τὴν ἐπὶ θανάτῳ.
当他确信因塔弗雷内斯并非同那六人一起做出此事时,便将因塔弗雷内斯本人、他的孩子以及所有的亲属全部逮捕,因为他深切怀疑因塔弗雷内斯正企图与亲属一同对他发动叛乱。 他将他们拘捕后,关押起来准备处死。
§3.119.3ἡ δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο·
因塔弗雷内斯的妻子经常来到国王的宫门口痛哭哀号。
ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν Δαρεῖον ἔπεισε οἰκτεῖραί μιν. πέμψας δὲ ἄγγελον ἔλεγε τάδε· ὦ γύναι, βασιλεύς τοι Δαρεῖος διδοῖ ἕνα τῶν δεδεμένων οἰκηίων ῥύσασθαι τὸν βούλεαι ἐκ πάντων.
由于她总是重复这一举动,大流士动了恻隐之心,派使者对她说道: “妇人,大流士王恩准你从所有被囚禁的亲属中,挑选一个你想要救下的人释放。
§3.119.4ἣ δὲ βουλευσαμένη ὑπεκρίνετο τάδε· εἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν ψυχήν, αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν.
” 她经过深思熟虑后,回答道: “如果国王确实恩准我留下一人的性命,我从所有人中选择我的兄弟。
§3.119.5πυθόμενος δὲ Δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον, πέμψας ἠγόρευε ὦ γύναι, εἰρωτᾷ σε βασιλεύς, τίνα ἔχουσα γνώμην, τὸν ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα, τὸν ἀδελφεὸν εἵλευ περιεῖναί τοι, ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι.
” 大流士听到此话并对她的决定感到惊异,便派使者对她说道: “妇人,国王问你:你出于什么想法,竟然抛弃了丈夫和孩子,而选择让你的兄弟活下来? 他不仅比起孩子来与你关系更疏远,比起丈夫来也更不蒙你钟爱。
§3.119.6ἣ δʼ ἀμείβετο τοῖσιδε. ὦ βασιλεῦ, ἀνὴρ μέν μοι ἂν ἄλλος γένοιτο, εἰ δαίμων ἐθέλοι, καὶ τέκνα ἄλλα, εἰ ταῦτα ἀποβάλοιμι·
” 她回答道: “国王啊,如果神明愿意,我还可以有另一个丈夫;如果失去这些孩子,我还可以有别的孩子。
πατρὸς δὲ καὶ μητρὸς οὐκέτι μευ ζωόντων ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ τρόπῳ γένοιτο.
但是我的父母已经过世,无论如何我都不可能再得到另一个兄弟了。
ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα.
正是出于这种想法,我才说了那些话。
§3.119.7εὖ τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν ἡ γυνή, καί οἱ ἀπῆκε τοῦτόν τε τὸν παραιτέετο καὶ τῶν παίδων τὸν πρεσβύτατον, ἡσθεὶς αὐτῇ, τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας.
” 大流士认为这妇人说得极有道理,因对她心生好感,便释放了她所请求的兄弟以及她孩子中年龄最大的长子,而将其他所有人处死。
τῶν μὲν δὴ ἑπτὰ εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε.
就这样,那七人中的一人立刻以上述方式丧命。

词汇与语法注释

  1. 3.119.1μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἔωσι ταῦτα — 由表示担忧的分词 ἀρρωδήσας(担心……)引导的 μὴ 从句。动词部分是由完成时分词 πεποιηκότες 和虚拟式现在时 ἔωσι 组成的迂言完成时虚拟式,表示对过去已发生行为的当前担忧(“担心他们是否已经合谋做了这件事”)。
  2. 3.119.2ἐλπίδας πολλὰς ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν — 名词 ἐλπίς 通常表示“希望”,但在此处表示对不祥之事的预感或“猜疑”。不定式短语 ἐπιβουλεύειν ... ἐπανάστασιν(策划起义)作为 ἐλπίδας 的同位语或说明。宾格代词 μιν(希罗多德方言中的第三人称单数代名词,相当于 αὐτόν)是不定式的逻辑主语,而与格代词 οἱ(第三人称单数反身代名词)指代大流士本人。
  3. 3.119.3κλαίεσκε ἂν — 带有爱奥尼亚方言表示反复过去时词尾 -σκε 的动词 κλαίεσκε 与语气助词 ἂν 结合,用以强调过去反复发生或习惯性的动作(“她总是哭诉”)。
  4. 3.119.7εὖ τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν ἡ γυνή — 动词 ἔδοξε(似乎、被认为)在此处作人称结构使用,其主语为 ἡ γυνή(那妇人),并由不定式 εἰπεῖν(说)作补充说明,直译为“那妇人对大流士而言似乎说得很得体”。虽然也可以解释为无人称结构,但鉴于主格 ἡ γυνή 的明确存在,将其视为人称结构更为自然。

引用这一段

希罗多德, 历史 §3.119.1-3.119.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.119.1-3.119.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。