§3.10.1ἐν δὲ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου ἐστρατοπεδεύετο Ψαμμήνιτος ὁ Ἀμάσιος παῖς ὑπομένων Καμβύσεα.
在被称为尼罗河培琉喜阿河口的地方,阿玛西斯之子普萨美尼托斯驻军在此,等待着冈比西斯。
§3.10.2Ἄμασιν γὰρ οὐ κατέλαβε ζῶντα Καμβύσης ἐλάσας ἐπʼ Αἴγυπτον, ἀλλὰ βασιλεύσας ὁ Ἄμασις τέσσερα καὶ τεσσεράκοντα ἔτεα ἀπέθανε, ἐν τοῖσι οὐδέν οἱ μέγα ἀνάρσιον πρῆγμα συνηνείχθη·
因为当冈比西斯进军埃及的时候,他未能见到活着的阿玛西斯;相反,阿玛西斯在统治了四十四年之后去世了,在这些年里,没有发生过任何对他不利的重大灾祸。
ἀποθανὼν δὲ καὶ ταριχευθεὶς ἐτάφη ἐν τῇσι ταφῇσι ἐν τῷ ἱρῷ, τὰς αὐτὸς οἰκοδομήσατο.
他死后被制成木乃伊,安葬在他自己建造的神庙陵墓中。
§3.10.3ἐπὶ Ψαμμηνίτου δὲ τοῦ Ἀμάσιος βασιλεύοντος Αἰγύπτου φάσμα Αἰγυπτίοισι μέγιστον δὴ ἐγένετο· ὕσθησαν γὰρ Θῆβαι αἱ Αἰγύπτιαι, οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι οὔτε ὕστερον τὸ μέχρι ἐμεῦ, ὡς λέγουσι αὐτοὶ Θηβαῖοι·
在阿玛西斯之子普萨美尼托斯统治埃及期间,埃及人遇到了一个极大的异象:埃及的底比斯下雨了。 据底比斯人自己说,这在以前从未发生过,在此之后直到我的时代也从未有过。
οὐ γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Αἰγύπτου τὸ παράπαν· ἀλλὰ καὶ τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι.
因为在埃及的上游地区,根本就不会下雨;然而,即便是那一次,底比斯也只是下了一场毛毛雨。