§2.90.1ὃς δʼ ἂν ἢ αὐτῶν Αἰγυπτίων ἢ ξείνων ὁμοίως ὑπὸ κροκοδείλου ἁρπασθεὶς ἢ ὑπʼ αὐτοῦ τοῦ ποταμοῦ φαίνηται τεθνεώς, κατʼ ἣν ἂν πόλιν ἐξενειχθῇ, τούτους πᾶσα ἀνάγκη ἐστὶ ταριχεύσαντας αὐτὸν καὶ περιστείλαντας ὡς κάλλιστα θάψαι ἐν ἱρῇσι θήκῃσι·
无论是埃及人自己还是外邦人,若有人被鳄鱼掠走或被河水本身淹死而显现其尸体,在尸体被冲上岸的那个城市,该市的居民必须将其制作成木乃伊,并尽可能体面地装裱起来,安葬在神圣的墓穴中。
§2.90.2οὐδὲ ψαῦσαι ἔξεστι αὐτοῦ ἄλλον οὐδένα οὔτε τῶν προσηκόντων οὔτε τῶν φίλων, ἀλλά μιν οἱ ἱρέες αὐτοὶ τοῦ Νείλου ἅτε πλέον τι ἢ ἀνθρώπου νεκρὸν χειραπτάζοντες θάπτουσι.
无论是其亲属还是朋友,其他任何人都不得触摸他,而只有尼罗河的祭司们亲自动手处理他,视其为超越一般人类的尸体,并将他安葬。