§2.85.1θρῆνοι δὲ καὶ ταφαί σφεων εἰσὶ αἵδε·
他们的哀悼和葬礼仪式如下。
τοῖσι ἂν ἀπογένηται ἐκ τῶν οἰκίων ἄνθρωπος τοῦ τις καὶ λόγος ᾖ, τὸ θῆλυ γένος πᾶν τὸ ἐκ τῶν οἰκίων τούτων κατʼ ὦν ἐπλάσατο τὴν κεφαλὴν πηλῷ ἢ καὶ τὸ πρόσωπον, κἄπειτα ἐν τοῖσι οἰκίοισι λιποῦσαι τὸν νεκρὸν αὐταὶ ἀνὰ τὴν πόλιν στρωφώμεναι τύπτονται ἐπεζωσμέναι καὶ φαίνουσαι τοὺς μαζούς, σὺν δέ σφι αἱ προσήκουσαι πᾶσαι,
凡是家里有某个体面的人去世,该家所有的女性都会用泥土涂抹头部,甚至涂抹脸部,然后将尸体留在屋里,她们自己则在城里四处走动,束起衣服,袒露双乳,捶胸哀号,所有的女性亲属也都和她们在一起。
§2.85.2ἑτέρωθεν δὲ οἱ ἄνδρες, τύπτονται ἐπεζωμένοι καὶ οὗτοι.
另一方面,男子们也在另一处捶胸哀号,他们也同样束起衣服。
ἐπεὰν δὲ ταῦτα ποιήσωσι, οὕτω ἐς τὴν ταρίχευσιν κομίζουσι.
当他们做完这些事后,才将尸体送去制作木乃伊。