§2.82.1καὶ τάδε ἄλλα Αἰγυπτίοισι ἐστὶ ἐξευρημένα, μείς τε καὶ ἡμέρη ἑκάστη θεῶν ὅτευ ἐστί, καὶ τῇ ἕκαστος ἡμέρῃ γενόμενος ὁτέοισι ἐγκυρήσει καὶ ὅκως τελευτήσει καὶ ὁκοῖός τις ἔσται.
此外,这些事情也是由埃及人发现的:每个月和每一天属于神明中的哪一位,以及根据每个人出生的那一天,他将遭遇什么命运、将如何结束生命、以及将成为一个怎样的人。
καὶ τούτοισι τῶν Ἑλλήνων οἱ ἐν ποιήσι γενόμενοι ἐχρήσαντο.
在希腊人中,那些从事诗歌创作的人利用了这些。
§2.82.2τέρατά τε πλέω σφι ἀνεύρηται ἢ τοῖσι ἄλλοισι ἅπασι ἀνθρώποισι·
此外,他们发现的奇异预兆也比其他所有人都要多。
γενομένου γὰρ τέρατος φυλάσσουσι γραφόμενοι τὠποβαῖνον, καὶ ἤν κοτε ὕστερον παραπλήσιον τούτῳ γένηται, κατὰ τὠυτὸ νομίζουσι ἀποβήσεσθαι.
因为每当有预兆发生时,他们就会通过记录来观察其结果,如果以后什么时候发生了与之类似的事情,他们就认为会以同样的方式产生结果。