§2.63.1ἐς δὲ Ἡλίου τε πόλιν καὶ Βουτοῦν θυσίας μούνας ἐπιτελέουσι φοιτέοντες.
\n至于到赫利奥波利斯和布托,他们前往那里仅仅是举行牺牲祭。
ἐν δὲ Παπρήμι θυσίας μὲν καὶ ἱρὰ κατά περ καὶ τῇ ἄλλῃ ποιεῦσι· εὖτʼ ἂν δὲ γίνηται καταφερὴς ὁ ἥλιος, ὀλίγοι μὲν τινὲς τῶν ἱρέων περὶ τὤγαλμα πεπονέαται, οἱ δὲ πολλοὶ αὐτῶν ξύλων κορύνας ἔχοντες ἑστᾶσι τοῦ ἱροῦ ἐν τῇ ἐσόδῳ, ἄλλοι τε εὐχωλὰς ἐπιτελέοντες πλεῦνες χιλίων ἀνδρῶν, ἕκαστοι ἔχοντες ξύλα καὶ οὗτοι, ἐπὶ τὰ ἕτερα ἁλέες ἑστᾶσι.
但在帕普雷米斯,他们也像在其他地方一样举行牺牲祭和神圣的仪式;然而当太阳西下时,少数的一些祭司在神像周围忙碌,而他们中的大多数人手持木棒,站在神殿的入口处,另有许愿的其他男子,一千多人,他们也各自拿着木棒,聚集在另一侧站着。
§2.63.2τὸ δὲ ἄγαλμα ἐὸν ἐν νηῷ μικρῷ ξυλίνῳ κατακεχρυσωμένῳ προεκκομίζουσι τῇ προτεραίῃ ἐς ἄλλο οἴκημα ἱρόν.
\n\n至于那尊安放在镀金木质小神龛里的神像,他们在前一天就预先将其抬到另一个神圣的殿堂中。
οἱ μὲν δὴ ὀλίγοι οἱ περὶ τὤγαλμα λελειμμένοι ἕλκουσι τετράκυκλον ἅμαξαν ἄγουσαν τὸν νηόν τε καὶ τὸ ἐν τῷ νηῷ ἐνεὸν ἄγαλμα, οἳ δὲ οὐκ ἐῶσι ἐν τοῖσι προπυλαίοισι ἑστεῶτες ἐσιέναι, οἱ δὲ εὐχωλιμαῖοι τιμωρέοντες τῷ θεῷ παίουσι αὐτοὺς ἀλεξομένους.
于是,留在神像周围的少数人便拉着一辆四轮车,车上载着神龛以及神龛内的神像;但那些守在门前的人却不准他们进入,于是那些许愿的人为了援助神明,便殴打这些自卫的人。
§2.63.3ἐνθαῦτα μάχη ξύλοισι καρτερὴ γίνεται κεφαλάς τε συναράσσονται, καὶ ὡς ἐγὼ δοκέω πολλοὶ καὶ ἀποθνήσκουσι ἐκ τῶν τρωμάτων· οὐ μέντοι οἵ γε Αἰγύπτιοι ἔφασαν ἀποθνήσκειν οὐδένα.
\n\n在这里,一场用木棒进行的惨烈搏斗便开始了,他们互相打破脑袋,并且依我之见,许多人还因伤重而死;然则埃及人自己却声称没有任何人因此丧生。
§2.63.4τὴν δὲ πανήγυριν ταύτην ἐκ τοῦδε νομίσαι φασὶ οἱ ἐπιχώριοι· οἰκέειν ἐν τῷ ἱρῷ τούτῳ τοῦ Ἄρεος τὴν μητέρα, καὶ τὸν Ἄρεα ἀπότροφον γενόμενον ἐλθεῖν ἐξανδρωμένον ἐθέλοντα τῇ μητρὶ συμμῖξαι, καὶ τοὺς προπόλους τῆς μητρός, οἷα οὐκ ὀπωπότας αὐτὸν πρότερον, οὐ περιορᾶν παριέναι ἀλλὰ ἀπερύκειν, τὸν δὲ ἐξ ἄλλης πόλιος ἀγαγόμενον ἀνθρώπους τούς τε προπόλους τρηχέως περισπεῖν καὶ ἐσελθεῖν παρὰ τὴν μητέρα.
\n\n当地人说,这个大祭之所以成为习俗,是由于以下原因:战神的母亲居住在这座神殿里,而在别处长大的战神,在成年后前来,想要与母亲相见,但他母亲的仆人们因为以前从未见过他,便不容许他进去,而是将他驱逐;于是,他从另一个城市带人来,粗暴地对待了那些仆人,并进到了母亲那里。
ἀπὸ τούτου τῷ Ἄρεϊ ταύτην τὴν πληγὴν ἐν τῇ ὁρτῇ νενομικέναι φασί.
他们说,因此在节日里为了战神而进行这一场打斗便成为了习俗。